Κυριακή 6 Απριλίου 2014

ΑΚΟΛΟΥΘΙΑ ΑΓΙΟΥ ΡΩΜΑΝΟΥ ΤΟΥ ΜΕΛΩΔΟΥ

ΑΚΟΛΟΥΘΙΑ


Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου




ΕΣΠΕΡΙΝΟΣ



Μετὰ τὸν Προοιμιακόν, τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ᾿ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος α´. Τῶν οὐρανίων ταγμάτων.

Ὁ μουσουργέτης ἡ λύρα τοῦ θείου Πνεύματος, ἡ ἀηδὼν ὁ τέττιξ, ὁ τῶν θείων ᾀσμάτων, αὐλὸς τῆς Ἐκκλησίας πᾶσιν ἡμῖν τὰς αὐτοῦ παρατίθεται, μελῳδικὰς εὐωχίας καὶ δι᾿ αὐτῶν, κατευφραίνει τοὺς θεόφρονας.



Ὁ φαεινότατος λύχνος καὶ διειδέστατος, ἡ μελουργὸς κιθάρα, ἡ νευρὰ τῶν εὐσήμων, τοῦ Πνεύματος λογίων ᾄδει τρανῶς, ἐκδιδάσκων τὰ πέρατα, ἐν ἀσιγήτοις ὕμνοις δοξολογεῖν, τῆς θεότητος τὴν μίαν αὐγήν.



Σὺ τῷ Δεσπότῃ τῶν ὅλων ὡς παριστάμενος, καὶ παῤῥησίαν Πάτερ, πρὸς αὐτὸν κεκτημένος, ἡμῶν τῶν ἐκτελούντων μνήμην ποιοῦ, τὴν φαιδράν σου πανήγυριν, τοῦ λυτρωθῆναι κινδύνων καὶ πειρασμῶν, Ῥωμανὲ θεομακάριστε.


Ἕτερα Στιχηρὰ Προσόμοια. Ἦχος δ´. Ὡς γενναῖον ἐν Μάρτυσιν.


Ὡς ἐπέστη κατ᾿ ὄναρ σοι, Θεοτόκος ἡ ἄχραντος, Ῥωμανὲ μακάριε ὡς ηὐδόκησε, τόμον σοι θεῖον δεδώρηται, ὃν δεχθεὶς τῷ στόματι, ἐγλυκάνθης νοερῶς, καὶ ψυχὴν καὶ διάνοιαν καὶ μελίῤῥυτα, καὶ θεόπνευστα ᾄσματα καὶ ὕμνους ἐξεφώνησας τῷ κόσμῳ, Χριστοῦ εἰς αἴνεσιν ἅγιε.



Ἡ θεόληπτος γλῶσσά σου, θεοκίνητον ὄργανον, Ῥωμανὲ γεγένηται θείῳ Πνεύματι, ὅθεν ᾀσμάτων ἐν κάλλεσι, καὶ λόγων γλυκύτητι, ὑψηγόρως ἀνυμνεῖς, τοῦ Κυρίου τὴν σάρκωσιν τὴν ἀπόῤῥητον, δι᾿ ἧς σέσωσται κόσμος τῆς ἀπάτης, καὶ πρὸς δόξαν ἀφθαρσίας, περιφανῶς ἀνυψώθημεν.



Τὴν ἡδύφωνον σάλπιγγα, τῶν ᾀσμάτων τοῦ Πνεύματος, Ῥωμανὸν τὸν Ὅσιον εὐφημήσωμεν, αὐλὸν τὸν θεῖον τῆς χάριτος, τὴν γλῶσσαν τὴν ἔμμουσον, τὴν κιθάραν τὴν τερπνήν, ἀηδόνα τὴν εὔλαλον καὶ πολύφωνον, ἁρμονίας τῆς θείας τῶν Ἀγγέλων, δι᾿ ἧς ᾔνεσε πανσόφως, τὰ μεγαλεῖα τῆς πίστεως.





Δόξα. Ἦχος πλ. β´.


Ἐπέφανε σήμερον, ὡς ἀστὴρ πολύφωτος, ἡ τοῦ ὁσίου Ῥωμανοῦ μνήμη, τὴν Ἐκκλησίαν φαιδρύνουσα· θείων γὰρ ᾀσμάτων συνθήκη, ἡμᾶς συναγείρει, πρὸς αἶνον καὶ δόξαν Χριστοῦ τοῦ Θεοῦ, καὶ βοᾶν πρὸς αὐτόν· χαίροις τῆς ἄνωθεν ἐπιπνοίας, ταμεῖον ἱερόν, καὶ τῆς Ἀγγελικῆς μελῳδίας, μυσταγωγὲ θεσπέσιε· χαίροις, ὁ ἐκ τῆς Θεοτόκου τὸ χάρισμα λαβών, καὶ τὴν Ἐκκλησίαν πλουτήσας ὕμνοις μελιχροῖς· χαίροις μελῳδὲ οὐράνιε, ὁ τῆς Δαβιτικῆς κινύρας πλέον ᾄσας τὰ μεγαλεῖα τοῦ Θεοῦ· Ἀλλ᾿ ὦ πάτερ ὅσιε, Ἀγγέλοις συνὼν καὶ ἀγαλλόμενος, πρέσβευε σὺν αὐτοῖς, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.


Καὶ νῦν. Θεοτοκίον. Ὁ αὐτός.


Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε;…



Εἴσοδος, Φῶς ἱλαρόν, τὸ προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.



Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. Γ΄. 1-9).

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἄψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δε εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθώσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται. Ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτῷ, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

























Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. Ε΄. 15-23 & ΣΤ΄, 1-3).

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν· ἐνδύσεται θώρακα δικαιοσύνης, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον· λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαῖαν· συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαίλαψ ἐκλικμήσει αὐτούς. Καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέξει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ συνέτε· μάθετε, δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.



Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. Δ΄. 7-15).

Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις· καὶ ἡλικίᾳ γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἤ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες, καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.













Εἰς τὴν Λιτήν, Ἰδιόμελα. Ἦχος α´.


Εὐφραίνου ἐν Κυρίῳ, ἡ Ἐκκλησία τοῦ Θεοῦ, ὡς ἄλλον Δαβὶδ πλουτοῦσα, Ῥωμανὸν τὸν θεόληπτον, προχορεύοντα ἐν Πνεύματι, καὶ τὸν καινὸν ὕμνον ᾄδοντα, τῷ σῷ νυμφίῳ Χριστῷ, θειοτέρα γὰρ ὄψει, τῆς Θεοτόκου ταῖς χερσίν, εἰς δεκάχορδον μετεσκεύασται ὄργανον, παρ᾿ αὐτῆς λαβὼν τὴν χάριν καὶ ἀξίως διαγαγὼν τὸν βίον, καὶ μολπαῖς οὐρανίοις, οὐρανώσας πιστῶν τὰς ψυχὰς πάντας διεγείρει βοᾶν Κύριε δόξα σοι.


Ἦχος β´.


Τῶν ἀρετῶν τῷ φωτὶ λαμπρυνόμενος μετάρσιος ὤφθης τῷ πνεύματι, Ῥωμανὲ πατὴρ ἡμῶν μυηθεὶς γὰρ τὰ θεῖα, ἑνώσει τῇ κρείττονι, ἔξω κόσμου καὶ σαρκὸς ἐγένου, Ἀγγέλοις ἁμιλλώμενος καὶ Ἀγγελικῆς τάξεως, θεολήπτῳ γλώσσῃ, τοὺς ὕμνους ἐκθέμενος, ἔνθους ὑμνηπόλος, τῇ Ἐκκλησίᾳ ἐγνωρίσθης τῷ σῷ λόγῳ γὰρ παιδεύεται, μελῳδικῶς Χριστῷ κραυγάζειν: Κύριε δόξα σοι.


Ἦχος γ´.


Θείῳ πόθῳ πτερωθείς, Δαβιτικῶς παραῤῥιπτεῖσθαι, ἐν τῷ τῆς Θεοτόκου ἠρετίσω οἴκῳ, ἤ πρόσκαιρον ἔχειν, τῶν ἐν κόσμῳ ἀπόλαυσιν καὶ ταῖς θείαις ἀναβάσεσιν, ἀνακαθάρας τὸν νοῦν, ἀποκαλύψεως θείας ἠξίωσαι, καὶ τῆς Ἁγνῆς Παρθένου θεράπων ὤφθης ἔνθεος, λαμπρυνθεὶς παρ᾿ αὐτῆς, τὴν ψυχὴν μακάριε· ἔνθεν λόγοις ὑψηγόροις, καὶ γράμμασι πανσόφοις, τὴν ἐν αὐτῇ οἰκονομίαν τοῦ Λόγου, θεολόγων ἀνύμνησας κράζων πάτερ Ῥωμανέ: Κύριε, δόξα σοι.


Ἦχος δ´.


Ῥώμῃ θείᾳ κρατυνθείς, φερωνύμως Ῥωμανέ, τὸ ἀσθενὲς τῆς φύσεως ὑπερεῖδες, καὶ πρὸς ἀσκητικοὺς ἀγῶνας, ῥωμαλέῳ ἀπεδύσω φρονήματι· καὶ ἐν αὐτοῖς τὸν τοῦ σκότους θριαμβεύσας ἄρχοντα, ὁσίως καὶ ἀμέμπτως Χριστῷ εὐηρέστησας, πρὸς τὸ βραβεῖον ἀφορῶν, τῆς ἄνω κλήσεως καὶ νῦν ἀνακεκαλυμμένως, βλέπων ἃ βλέπουσιν Ἄγγελοι, σὺν αὐτοῖς ἱκέτευε, ὑπὲρ τῶν τιμώντων σε.


Δόξα. Ὁ αὐτός.


Τοῦ Παρακλήτου ἡ χάρις, καθαρόν σε εὑροῦσα σκήνωμα, ἐν τοῖς χείλεσί σου δαψιλῶς ἐξεχύθη, Ῥωμανὲ πατὴρ ἡμῶν, ὅθεν πᾶσαν εὔφρανας τὴν Ἐκκλησίαν, τῷ φθόγγῳ τῶν ῥημάτων σου, καὶ τῇ τῆς θεηγόρου ἡδύτητι γλώσσης σου, τὸ γὰρ μέλι τῆς χάριτος, ἀποστάζουσιν οἱ λόγοι σου, καὶ ἐν ὠσὶ τῶν καρδιῶν ἡμῶν, τὰ θεῖα μέλη σοῦ ἠχοῦσι, τὴν μελῳδίαν τὴν οὐράνιον ὡς γὰρ θεῖος μελῳδός, πάντας προτρέπεις Χριστῷ κράζειν Κύριε δόξα σοι.

Καὶ νῦν. Θεοτοκίον.


Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου φύλαττε…


Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια. Ἦχος πλ. α´. Χαίροις ἀσκητικῶν.


Χαίροις, ὁ ἱερὸς μελῳδός, τοῦ Παρακλήτου παναρμόνιον ὄργανον, ἡ λύρα ᾀσμάτων θείων, γλῶσσα Θεοῦ λιγυρά, ἁρμονίας θείας ἐξαγγέλουσα· ὁ νοῦς ὁ θεόληπτος, μυροθήκη τοῦ Πνεύματος, κάλαμος θεῖος, ὁ κινούμενος ἄνωθεν, καὶ συνθέμενος, μελῳδήματα ἔνθεα, νάβλα ἡ καλλικέλαδος, εὐάρμοστον τύμπανον, τὸ μυστικῶς ἀλαλάζον, τὰς συμφωνίας τῆς χάριτος· Χριστὸν ἐκδυσώπει, Ῥωμανὲ ὑπὲρ τῶν πίστει ἀνευφημούντων σε.



Στ.: Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.

Χαίρων, ἐν θεολήπτῳ ψυχῇ, καὶ οὐρανίῳ θεοφόρε φρονήματι, ἐν οἴκῳ τῆς Θεοτόκου, προσκαρτερῶν καὶ αὐτήν, παννυχίῳ στάσει ἱλεούμενος, χερσὶ ταύτης δέδεξαι, ἐμφανείᾳ τῇ κρείττονι, τὸ θεῖον δῶρον, καὶ αὐτίκα θεόσοφος, ἀναδέδειξαι, μελῳδὸς καὶ ἡδύφωνος· ὅθεν ἐνθέως ᾔνεσας, μολπὰς τὰς τῆς χάριτος, ἐν Ἐκκλησίᾳ Ὁσίων, κατὰ Δαβὶδ τὸν θεόφρονα, μεθ᾿ οὗ ἐκδυσώπει, Ῥωμανὲ ὑπὲρ τῶν πίστει ἀνευφημούντων σε.



Στίχ.: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.

Ὅλος, πεπληρωμένος φωτός, ἔνθεος ὅλος τῆς Παρθένου τῇ χάριτι, ἐκίνησας τὴν σὴν γλῶσσαν, πρὸς ὑμνῳδίαν Θεοῦ, τοῦ σαρκὶ τεχθέντος ὑπὲρ ἔννοιαν, καὶ πάντας ἐξέστησας, τῇ συνθήκῃ τῶν λόγων σου, καὶ τῇ τῶν ὑμνῶν, οὐρανίᾳ γλυκύτητι, ὡς γὰρ Ἄγγελος, ἐν τῷ ᾄδειν τεθέασαι· ὅθεν σὲ μακαρίζομεν, ὡς θεῖον θεράποντα, καὶ ἱερὸν ὑμνηπόλον τῶν μεγαλείων τῆς χάριτος, καὶ πᾶσιν αἰτοῦντα, Ῥωμανὲ ἡμῖν δοθῆναι, τὸ μέγα ἔλεος.


Δόξα. Ἦχος πλ. β´.


Πρώτη καλῶν ἀπαρχή, ὤφθης σωτηρίας ἀφορμή, Ῥωμανὲ πατὴρ ἡμῶν, Ἀγγελικὴν γὰρ ὑμνῳδίαν συστησάμενος, θεοπρεπῶς ἐπεδείξω τὴν πολιτείαν σου. Χριστὸν τὸν Θεὸν ἱκέτευε, πειρασμῶν καὶ κινδύνων λυτρωθῆναι τοὺς ἀνυμνοῦντάς σε.


Καὶ νῦν. Θεοτοκίον.


Θεοτόκε σὺ ἡ ἄμπελος ἡ ἀληθινή...





Νῦν ἀπολύεις, τὸ Τρισάγιον καὶ τὸ



Ἀπολυτίκιον. Ἦχος δ´. Ταχὺ προκατάλαβε.


Ὡς σάλπιγξ θεόληπτος, τῶν οὐρανίων ᾠδῶν, ἐνθέως ἐφαίδρυνας, τὴν Ἐκκλησίαν Χριστοῦ, τοῖς θείοις σοῦ ᾄσμασι, σὺ γὰρ τῆς Θεοτόκου, ἐμπνευσθεὶς τῇ ἐλλάμψει, ἔνθεος ὑμνηπόλος, ἐγνωρίσθης ἐν κόσμῳ· διό σε πόθῳ τιμῶμεν, Ῥωμανὲ Ὅσιε.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τὸ ἀπ᾿ αἰῶνος ἀπόκρυφον…



Ἀπόλυσις.

































































ΕΝ ΤΩ ΟΡΘΡΩ


Μετὰ τὴν α´ Στιχολογίαν, Κάθισμα. Ἦχος α´. Τὸν τάφον σου Σωτήρ.


Ὡς ἔνθεον ζωήν, Ῥωμανὲ διανύων, κατεῖδες μυστικῶς, τὴν Ἁγνὴν Θεοτόκον, παρ᾿ ἧς καὶ τὸ οὐράνιον, πάτερ δέδεξαι δώρημα, καὶ ἀνύμνησας, ὥσπερ ἐπόθεις θεόφρον, τοῦ Θεοῦ ἡμῶν, τὰς ἑορτὰς καὶ ἁγίων, τὰ σκάμματα ἅγιε.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.


Παρέσχες θαυμαστῶς, Ῥωμανῷ τῷ Ὁσίῳ, ἐν τόμῳ μυστικῷ, τὴν πλουσίαν σου χάριν, διὸ καὶ ἀνεβόα σοι, ἡδυφώνως πανύμνητε, χαῖρε Δέσποινα, φωτὸς ἀΰλου δοχεῖον, χαῖρε Ἄχραντε, ἡ κραταιὰ προστασία, ἡμῶν καὶ ἀντίληψις.


Μετὰ τὴν β´ Στιχολογίαν, Κάθισμα. Ἦχος γ´. Θείας πίστεως.


Ῥώμην ἄνωθεν, ἐνδεδυμένος, κατεπάλαισας, ἐχθρῶν τὸ στῖφος, ἀσκητικοῖς Ῥωμανὲ ἀριστεύμασι, καὶ ἀρετῶν διαλάμψας δυνάμεσι, πρὸς τὸ ἀνέσπερον φῶς μεταβέβηκας. Πάτερ ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.


Φῶς παρέσχετο, Θεογεννῆτορ, καὶ οὐράνιον, δέδωκε μέλος, Ῥωμανῷ τῷ ἱερῷ σου θεράποντι, ὃν ταῖς χερσί σου αὐτῷ τόμον δέδωκας, τῆς οὐρανίου σοφίας τεκμήριον. Ὅθεν ἅπαντες ὑμνοῦμεν τὰ μεγαλεῖά σου, θαυμάτων σου δοξάζοντες τὸ μέγεθος.


Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον.


Τῇ σοφίᾳ τῇ θείᾳ μυσταγωγούμενος, Ῥωμανὲ θεοφόρε ἐν μελιῤῥύτοις φθογγαῖς, τὰς καρδίας τῶν πιστῶν εὐφραίνεις Ὅσιε, καὶ πρὸς ἀγάπην θεϊκήν, διεγείρεις τὰς ψυχάς, τῶν πόθων σὲ ἀνυμνούντων, ὡς ἀληθῆ μυστογράφον, καὶ ὑποφήτην θείου Πνεύματος.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.


Τὸν Θεὸν ἀποῤῥήτως κυοφορήσασα, τὴν τῶν ἀνθρώπων οὐσίαν ἐκ τῆς ἀρχαίας ἀρᾶς, ἐπανήγαγες Ἁγνὴ πρὸς δόξαν ἄῤῥητον, διὸ ὑμνοῦμέν σε πιστῶς, ὡς σωτηρίας ἀπαρχήν, βοῶντές σοι Θεοτόκε· χαῖρε ἡ σώσουσα πάντας, ἐκ τῶν βελῶν τοῦ πολεμήτορος.


Ἀναβαθμοί. Τὸ α´ ἀντίφωνον τοῦ δ´ ἤχου.


Προκείμενον: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ. Στίχ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.











Εὐαγγέλιον· ἐκ τοῦ κατὰ Λουκᾶν (στ΄ 17-23)

Τῷ καιρῷ ἐκείνῳ ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν Αὐτοῦ, καὶ πλῆθος πολὺς τοῦ λαοῦ ἀπὸ πάσης Ἰουδαίας καὶ Ἱερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἱ ἦλθον ἀκοῦσαι Αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλούμενοι ὑπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο· καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἄπτεσθαι Αὐτοῦ, ὅτι δύναμις παρ’ Αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ Αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς Αὐτοῦ εἰς τοὺς μαθητὰς Αὐτοῦ, ἔλεγε: Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ· μακάριοι οἱ πεινῶντες νῦν ὅτι χορτασθήσεσθε· μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε· μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσι καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνη τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοῦ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.

ΟΝ᾿ Ψαλμός.

Δόξα: Ταῖς τοῦ σοῦ Ὁσίου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Ἰδιόμελον. Ἦχος πλ. β´. Στίχ.: Ἐλεήμον, Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Ἀγγελικῇ κοσμούμενος ζωή, πνευματικὴ κιθάρα ὤφθης, Ῥωμανὲ πατὴρ ἡμῶν· καὶ ἐν τῇ δοθείσῃ σοι χάριτι, καλῶς δοξάσας τὸν Κύριον, τοὺς υἱοὺς τῆς Ἐκκλησίας ἐξεπαίδευσας, ἀσματικῶς ὑμνεῖν, αὐτοῦ τὴν χρηστότητα. Αὐτῆς ἀξίωσον ἅγιε, ταῖς σαῖς παρακλήσεσι, τοὺς τελοῦντας τὴν μνήμην σου.

Ὁ Ἱερεύς: Σῶσον ὁ Θεός...



Εἶτα οἱ κανόνες, τῆς Θεοτόκου καὶ τοῦ Ἁγίου φέρων τὴν ἑξῆς ἀκροστιχίδα: «Μέλπω Ῥωμανόν, τὴν θεηγόρον μοῦσαν. Γερασίμου.»

ᾨδὴ α´. Ἦχος α´. Σοῦ ἡ τροπαιοῦχος δεξιά.


Μνήμην σου τὴν θείαν καὶ λαμπράν, τῶν ἐγκωμίων κοσμῆσαι ταῖς ἄνθεσι, χάριν μοι πρυτάνευσον, ἐκ τῆς πανσόφου σου γλώσσης θεόπνευστε, Ῥωμανὲ τρισμάκαρ, τῶν Ἀσωμάτων ἐφάμιλλε.

Ἔρωτος τοῦ θείου τῷ πυρί, ἀναφλεχθεὶς Ῥωμανὲ τὴν διάνοιαν, ἐν τῷ κόσμῳ ἔλαμψας, ὥσπερ λυχνία πολύφωτος Ὅσιε, τῆς δικαιοσύνης, τὰς φωταυγείας ἀστράπτουσα.

Λύρα θεοκίνητος ὀφθείς, καὶ παναρμόνιον ὄργανον Πνεύματος, ταῖς μολπαῖς τῶν λόγων σου, τῆς Ἐκκλησίας φαιδρύνεις τὸ πλήρωμα, ᾄδων τὰς ὑψώσεις, Δαυϊτικῶς τοῦ Θεοῦ ἡμῶν.

Πᾶσαν τὴν ἀπάτην ἐκφυγών, ἀσκητικῶς τῷ Χριστῷ ἠκολούθησας, ᾧ καὶ πίστει ἔκραζες· ὄπισθεν Λόγε τῆς σῆς ὡραιότητος, βαίνων ἀνενδότως, ἀξιωθείην τῆς θέας σου.

Θεοτοκίον.


Ὤφθης ἐν ὁράματι Ἁγνή, ὥσπερ λαμπὰς ζωηφόρος καὶ πάμφωτος, καὶ τῇ θείᾳ αἴγλῃ σου, τὸν Ῥωμανὸν εὐκλεῆ θεοῤῥήμονα, Κόρη ἀπειργάσω, καὶ ὑμνολόγον θεόληπτον.


ᾨδὴ γ´. Ὁ μόνος εἰδώς.


Ῥημάτων σου πάτερ ἡ μολπή, τὴν τῶν Ἀγγέλων αἴνεσιν, ἐκμιμουμένη πάντας ἐπτέρωσε, πρὸς ἀναβάσεις ἀΰλου ἔρωτος· οὗ ὀφθεὶς ἀνάπλεως, ἐνθεαστικώτατα, τῆς Τριάδος τὴν δόξαν ἀνύμνησας.

Ὡς ἄλλος θεόπνευστος Δαυΐδ, τερπνῶς προεμελῴδησας, πρὸ τῆς ἐμψύχου κιβωτοῦ Ὅσιε, τῆς Ἐκκλησίας τοῦ σὲ δοξάσαντος, ᾧ καὶ ἀνεκραύγαζες· ἅγιος εἶ Κύριε, ὁ ἀνείκαστος ἐν ἀγαθότητι.

Μαρτύρων τοὺς ἄθλους ἐπαίνων, ἐν θεοφθόγγοις ᾄσμασι, τὰ τῶν Ὁσίων ὕμνησας τάγματα, ὧν ἀνιχνεύων τὰ κατορθώματα, τῷ σφοδρῷ σοῦ ἔρωτι, ἐπὶ γῆς ὡς Ἄγγελος, Ῥωμανὲ ἀληθῶς πεπολίτευσαι.

Ἀφθόνως ἐκ θείων θησαυρῶν, τοῖς χείλεσί σου ἔνδοξε, τοῦ Παρακλήτου χάρις ἐκκέχυται καὶ εὐσεβείας σὲ λύραν ἔμμουσον, ἀληθῶς εἰργάσατο, κόσμον καταθέλγουσαν τῇ γλυκύτητι πάτερ τῶν λόγων σου.

Θεοτοκίον.


Ναῷ προσεδρεύων ἀκλινῶς, τῆς πεφηνυῖας ἔνδοξε, λαμπρὸν τοῦ Κτίσαντος ἐνδιαίτημα, τῇ φωταυγείᾳ αὐτῆς κατηύγασαι, ᾗ καὶ ἀνεκραύγαζες· χαῖρε Ἀειπάρθενε, οὐρανοῦ τε καὶ γῆς τὸ μεθόριον.


ᾨδὴ δ´. Ὄρος σε τῇ χάριτι.


Ὅλος ἐνθεώτατος, ἐδείχθης ἐν ΙΙνεύματι, ἀνακαθάρας σεαυτόν, τῶν ἐπιγείων μολυσμῶν, σὺ γὰρ ἀνεπτέρωσας, τὸν τῆς καρδίας σου ἔρωτα πάνσοφε, πρὸς ἐποπτείαν τῶν θείων ἐλλάμψεων.

Νόμοις βιωσάμενος, ὁσίως τοῦ Πνεύματος, ἔμπρακτος γνώμων καὶ κανών, καὶ ἀπαρχὴ θεοπρεπής, ᾀσμάτων γεγένησαι, ἐν Ἐκκλησία ὁσίων ὡς γέγραπται, ὡς ὑπηρέτης τοῦ θείου θελήματος.

Τήξας δι᾿ ἀσκήσεως, σαρκὸς τὴν εὐπάθειαν, τὴν σὴν ψυχὴν καθάπερ γῆν, πίονα ἔδειξας σοφέ, λαμπρῶς ἀναθάλλουσαν, τῶν θεϊκῶν δωρεῶν τοὺς ἀστάχυας, τῆς Ἐκκλησίας τὰ τέκνα ἐκτρέφοντας.

Ἦρθης πρὸς τὴν ἄδυτον, αὐγὴν καὶ Τρισήλιον, ἐκ πολιτείας πρακτικής, ὡς ἐραστὴς τῶν ὑπὲρ νοῦν ἐντεῦθεν τὸ σύντονον, τῶν Ἀσωμάτων, πρὸς ἄϋλον αἴνεσιν, κατανοήσας ἡμῖν διεπόρθμευσας.

Θεοτοκίον.


Νάμασι πανύμνητε, τῆς σῆς ἐπισκέψεως, καταρδευθεὶς θεοπρεπῶς, ὁ θεηγόρος Ῥωμανός, τῷ κόσμῳ ἀνέβλυσεν, Ἀγγελικῆς μελῳδίας τὰ ῥεύματα, τὰς νοουμένας ἀρούρας εὐφραίνοντα.

ᾨδὴ ε΄. Ὁ φωτίσας τῇ ἐλλάμψει.


Θερμοτάτῃ διανοίᾳ τῷ Χριστῷ προσκολλώμενος, τῆς τοῦ κόσμου συναφείας σεαυτὸν ἀπεμάκρυνας, καὶ ναὸς Θεοῦ φωτοειδής, ἐγένου θεοφόρε, τῇ καθαρᾷ πολιτείᾳ σου.

Ἐπτερώθης τῇ ἀγάπῃ τοῦ Σωτῆρος μακάριε, ἐκδημήσας ἐκ τῆς ὕλης, καὶ αὐτὸν θεασάμενος, ὄμμασι καρδίας νοεροῖς, ὅθεν πανσόφοις ὕμνοις, τὴν τούτου δόξαν ἀνύμνησας.

Ἡ θεόπνευστός σου γλῶσσα ὥσπερ πλῆκτρον οὐράνιον, τῇ τοῦ Πνεύματος ἐμπνεύσει, κρουομένη θεόληπτε, τῆς οἰκονομίας τοῦ Χριστοῦ, μυστήριον τὸ μέγα, ᾠδαῖς ἐνθέοις ἐδόξασε.

Θεοτοκίον.


Γεωργήσασα ἀσπόρως τὸν τροφέα τῆς κτίσεως, ὡς Παράδεισος, εὐώδης Θεοτόκε πανύμνητε, ἄρουραν εἰργάσω λογικήν, ᾀσμάτων μελιῤῥύτων, τὸν Ῥωμανὸν τὸν θεόληπτον.


ᾨδὴ στ´. Ἐκύκλωσεν ἡμᾶς.


Ὁ βίος σου ταῖς ἀρεταῖς κοσμούμενος, ἐξέλαμψεν ὡς ἥλιος, καὶ τοῖς τῶν πανσόφων σοῦ ᾠδῶν, πάτερ ἀπαυγάσμασι κατηύγασε, τοὺς ἐν νυκτί, τῆς ἀμελείας καθεύδοντας.

Ῥιφθεὶς ὡς Ἡσαΐας θείῳ ἄνθρακι, ἐπισκοπῆς τῆς κρείττονος, τῆς σωματωσάσης τὸν Θεόν, Τρισαγίων ὑμνῶν ἀνεκήρυξας, ἐπὶ τῆς γῆς, τὴν ἁρμονίαν πατὴρ ἡμῶν.

Ὀσμῆς ζωαρχικῆς πλήρεις ὡράθησαν σοφὲ αἱ σιαγόνες σου, καὶ τὰς διανοίας τῶν πιστῶν, τῇ διανομῇ τῶν δωρημάτων σου, διαπαντός, εὐφραίνουσι καὶ ἐκτρέφουσι.

Προσκαρτερῶν τῆς Θεομήτορος, Θεόν τε ἱλεούμενος, νηστείαις Ῥωμανὲ καὶ προσευχαῖς, ὤφθης τῆς Τριάδος ἐνδιαίτημα, προσοικειῶν, ταύτῃ τοὺς σοὶ προσανέχοντας.

Θεοτοκίον.


Μητέρα σε Θεοῦ καὶ Κόρην ἄφθορον, καὶ θεῖον συναπτήριον, Ἀγγέλων καὶ ἀνθρώπων ἐμφανῶς, ὁ κλεινὸς θεράπων σου πανάχραντε, ἐπεγνωκώς, τὰ μεγαλεῖά σου ὕμνησε.












Κοντάκιον. Ἦχος πλ. δ´. Τῇ ὑπερμάχῳ.


Ὥσπερ κιθάραν τῆς σοφίας παναρμόνιον , καὶ ὑποφήτην θεοπνεύστων ἀνακρούσεων , εὐφημοῦμεν Ῥωμανέ σε ᾀσμάτων ὕμνοις. Ἀλλ᾿ ὡς φόρμιγξ δωρεῶν τῶν ὑπὲρ ἔννοιαν , πρὸς ἐγρήγορσιν ἡμᾶς θείαν διέγειρον, τοὺς βοῶντάς σοι· χαίροις Πάτερ θεόληπτε.


Ὁ Οἶκος.


Ἄνωθεν ἐκομίσω, ἐκ χειρῶν τῆς Παρθένου, Ῥωμανὲ τὴν θεόπνευστον χάριν ἐντεῦθεν ᾔνεσας μελιχρῶς, τὴν τοῦ Σωτῆρος ἀπόῤῥητον κένωσιν διό σου τὴν λαμπρότητα, θαυμάζοντες πόθῳ βοῶμεν·

Χαῖρε δι᾿ οὗ ὁ Χριστὸς ὑμνεῖται·

χαῖρε δι᾿ οὗ ὁ Σατὰν πατεῖται.

Χαῖρε ἁρμονίας τῆς ἄνω θησαύρισμα·

χαῖρε συμφωνίας ἀΰλου ἐναύλισμα.

Χαῖρε ὄργανον θεόπνευστον ὑμνῶν τῶν πνευματικῶν·

χαῖρε στόμα τὸ μελίῤῥυτον λόγων τῶν ᾀσματικῶν.

Χαῖρε ὅτι ἐδείχθης πνευματέμφορος λύρα·

χαῖρε ὅτι ἡδύνεις εὐσεβῶν τὴν χορείαν.

Χαῖρε αὐλὸς τῆς χάριτος εὔσημος·

χαῖρε μολπὴ τοῦ κρείττονος εὔηχος.

Χαῖρε λαμπὰς θεαυγὴς Ἐκκλησίας·

χαῖρε ἀστὴρ παμφαὴς εὐσεβείας.

Χαίροις Πάτερ θεόληπτε.


Συναξάριον.Τῇ α΄ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ῥωμανοῦ, τοῦ Ποιητοῦ τῶν Κοντακίων.

Στίχοι

Καὶ πρὶν μὲν ὕμνει Ῥωμανὸς Θεὸν Λόγον,

Ὑμνεῖ δὲ καὶ νῦν, ἀλλὰ σὺν τοῖς Ἀγγέλοις.

Οὗτος, κατήγετο ἐκ Συρίας, πατρίδα ἔχων τὴν πόλιν Ἔμεσαν. Ἐχρημάτισε διάκονος τῆς Ἐκκλησίας τῆς Βηρυττοῦ. Ἐκεῖθεν δὲ ἀνέβη εἰς Πόλιν κατὰ τοὺς χρόνους Ἀναστασίου τοῦ βασιλέως ἐν ἔτει 496. Καὶ διέτριβεν εἰς τὸν ναὸν τῆς Ὑπεραγίας Θεοτόκου τῆς ἐπιλεγομένης Κύρου μετὰ πάσης εὐλαβείας καὶ σεμνότητος. Οὗτος λοιπὸν ποιῶν πολλάκις ἀγρυπνίαν εἰς τὸν ναὸν τῆς Θεοτόκου τῆς ἐπιλεγομένης τῶν Βλαχερνῶν, πάλιν ἐπέστρεφεν εἰς τὸν ναὸν τῆς αὐτῆς Θεοτόκου τὸν ἐν τοῖς Κύρου. Ὅθεν καὶ ἐκεῖ, εἰς τὸν ἐν τοῖς Κύρου δηλαδὴ ναόν, διατρίβων ὁ Ὅσιος, ἔλαβε τὸ χάρισμα τοῦ νὰ συντάξῃ καὶ νὰ μελουργήσῃ τὰ τοῦ χρόνου ὅλου κοντάκια, ἐφάνη δηλαδὴ εἰς αὐτὸν κατ’ ὄναρ ἡ Κυρία Θεοτόκος, καὶ δοῦσα εἰς αὐτὸν ἕνα τόμον χάρτου, προσέταξεν αὐτῷ νὰ φάγῃ. Ἀνοίξας δὲ τὸ στόμα αὐτοῦ ὁ Ὅσιος, ἐφάνη ὅτι κατέπιεν αὐτόν. Καὶ λοιπὸν ἔξυπνος γενόμενος, ἀνέβη ἐπάνω εἰς τὸν ἄμβωνα καὶ ἤρχισε νὰ ψάλλῃ τό· Ἡ Παρθένος σήμερον.... Ἦτον δὲ ἡ ἑορτὴ τῶν Χριστουγέννων. Ποιήσας λοιπὸν καὶ εἰς τὰς λοιπὰς ἑορτὰς ἀλλὰ δὴ καὶ εἰς Ἁγίους, κοντάκια ὑπὲρ τὰ χίλια καὶ εὐλαβῶς καὶ ὁσίως διανύσας τὴν ζωήν του, πρός Κύριον ἐξεδήμησε.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Πατὴρ ἡμῶν Ἰωάννης ὁ ψάλτης, ὁ καλούμενος Κουκουζέλης, ὁ ἐν τοῖς ὁρίοις τῆς ἐν Ἄθῳ Μεγίστης Λαύρας ἐν ταπεινώσει ἀσκήσας, ἐν εἰρήνῃ τελειοῦται.

Στίχοι:

Τῇ μητρὶ καὶ νῦν τοῦ Θεοῦ ψάλλεις ἄνω,

Σὺν τοῖς ἀΰλοις, ὦ Ἰωάννη μάκαρ.

Οὗτος ἦτο νέος ἐκ τῆς μεγαλοπόλεως Δυῤῥαχίου τῆς πρώτης Ἰουστινιανῆς, ὀρφανός πατρός. Ἡ δὲ μήτηρ αὐτοῦ, ὡς ευσεβὴς καὶ φιλόθεος, ἔδωσε τὸν παῖδα νὰ μανθάνῃ τὰ ἱερὰ γράμματα· τὸν ὁποῖον ἅπαντες ἐπονόμαζον αὐτὸν ἀγγελόφωνον. Τὸν καιρὸν ἐκεῖνον ἐζητοῦσαν εὐλάλους καὶ καλοφώνους, καὶ εὑρόντες αὐτόν, ἔβαλον εἰς σχολεῖον βασιλικόν, νὰ μανθάνῃ τὴν μουσικήν, ἕως νὰ τελειοποιηθῇ. Οὗτος δὲ ἐν ὀλίγῳ χρόνῳ, ὡς ἀγχίνους καὶ φρόνιμος, ὑπερέβη ἅπαντας, ὅθεν καὶ ὁ βασιλεὺς ἠγάπα αὐτὸν κατὰ πολλά, καὶ ἐσκέπτετο ἵνα ὑπανδρεύσῃ αὐτὸν πλουσίως.

Βλέπων δὲ ὀ Ὅσιος ὅτι οἱ ἄρχοντες ὅλοι ἐτίμων αὐτὸν διὰ τὴν ἀγάπην τοῦ βασιλέως, καὶ τὴν ἔμμουσον αὐτοῦ μελῳδίαν, ἐλυπεῖτο, φοβούμενος μήπως διὰ τὴν πρόσκαιρον δόξαν ζημιωθῇ ὡς πρὸς τὴν οὐράνιον, ὅθεν ἐζήτει καιρὸν κατάλληλον νὰ ἀναχωρήσῃ ἀπὸ τὸν κόσμον. Κατ’ ἐκείνας τὰς ἡμέρας ἔτυχεν ἐκεῖ εἰς τὸν βασιλέα ὀ ἡγούμενος τῆς Μεγάλης Λαύρας τοῦ Ἁγίου Ὄρους, δι’ ἀναγκαίαν ὑπόθεσιν, τὴν ὁποίαν καλῶς διορθώσας ἔστρεψεν πάλιν εἰς τὸ μοναστήριον αὐτοῦ. Ὁ δὲ Κουκουζέλης, ἰδὼν τὴν εὐκοσμίαν τοῦ ἡγουμένου καὶ τὴν ἀγγελικὴν αὐτοῦ πολιτείαν, εὐλαβηθεὶς κατέλιπε πᾶσαν δόξαν καὶ φαντασίαν βασιλικήν, καὶ αὐτὰ τὰ συρικὰ καὶ μεταξωτὰ ἱμάτια ἐκδυθείς, ἐνεδύθη τρίχινα, καὶ ῥάβδον ἐργατικὴν εἰς χεῖρας λαβών, ἀπῆλθεν εἰς τὴν Λαύραν. Ἠρώτησε δὲ αὐτὸν ὁ θυρωρός, πόθεν ἦτο καὶ τί ἐζήτει, καὶ τίνα τέχνην ἐγίνωσκε. Ὁ δὲ ἀπεκρίνατο· Μοναχὸς ποθῶ νὰ γένω, ἤμουν ποιμήν. Ταῦτα μαθὼν διὰ τοῦ θυρωροῦ ὁ ἡγούμενος ἐχάρη, διότι εἶχε ἀνάγκην τοιούτου ἀνθρώπου. Δοκιμάσαντες δὲ αὐτὸν ὀλίγον καιρόν, ἔκειραν αὐτὸν μοναχόν, καὶ τὸν ἔστειλαν εἰς τὴν ἔρημον νὰ βόσκῃ τράγους. Οὗτος δὲ ἀπῆλθε μετὰ χαρᾶς καὶ πόθου πολλοῦ εἰς τὴν ἡσυχίαν ὅπου ὠρέγετο, καὶ ἔκαμνε τὴν ὑπηρεσίαν ταύτην ἀόκνως προσευχόμενος ἀδιαλείπτως πρὸς Κύριον.

Ὁ δὲ βασιλεύς, εἶχε θλίψιν πολλὴν δι’ αὐτόν, καὶ ἀποστείλας ἀνθρώπους, οἵτινες ἀνεζήτουν αὐτὸν εἰς πόλεις καὶ ἐρήμους καὶ μοναστήρια. Καὶ ἀπελθόντες εἰς τὸν Ἄθωνα, ἡρεύνησαν καὶ ἐκεῖ ἕκαστον τόπον ἐπιμελέστατα, ἀλλὰ οὐδεὶς ἐνόμιζεν ὅτι ἦτον αὐτὸς ὁ ζητούμενος, ἐπειδὴ ἦτον ἐνδεδυμένος παλαιὰ καὶ διεῤῤωγῶτα ἰμάτια.

Ἐν μιᾷ δὲ τῶν ἠμερῶν, βόσκων τοὺς τράγους ἐξ ἑνὸς ἀκρωτηρίου, καὶ θεασάμενος ἔνθεν κἀκεῖθεν, ὅτι δὲν ἦτον τὶς νὰ τὸν ἀκούσῃ, ἤρξατο νὰ ψάλλῃ ὕμνον τινὰ μετὰ τέχνης πολλῆς καὶ κατανύξεως. Ἀσκητὴς δέ τις, ὅστις κατῴκει ἐκεῖ πλησίον εἰς ἕνα σπήλαιον, ἀκούσας τοσαύτην μελῳδίαν γλυκυτάτην καὶ παναρμόνιον, ἐθαύμασε, καὶ ἐξελθὼν τοῦ σπηλαίου, βλέπει τὸν μὲν ποιμένα ψάλλοντα, τοὺς δὲ τράγους μὴ βόσκοντας, ἀλλὰ ἱσταμένους καὶ βλέποντας αὐτὸν ὥσπερ ἐκπληττομένους καὶ χαίροντας εἰς τὴν ἀγγελικὴν ἐκείνην καὶ οὐχὶ ἀνθρωπίνην μελῳδίαν. Ταῦτα θεασάμενος, ἀπῆλθεν εἰς τὴν Λαύραν, καὶ ἀνήγγειλεν αὐτὰ εἰς τὸν ἡγούμενον, ὅστις ἔστειλε καὶ ἔφεραν αὐτόν, καὶ λέγει αὐτῷ· Ὁρκίζω σε εἰς τὸν Θεὸν νὰ μοῦ εἰπῆς τὴν ἀλήθειαν. Ἐσὺ εἶσαι ὁ Κουκουζέλης Ἰωάννης, ὁ παρὰ τοῦ βασιλέως τοσοῦτον ζητούμενος; Ὀ δὲ πεσὼν εἰς τοὺς πόδας αὐτοῦ, ἐζήτει συγχώρησιν μετὰ δακρύων, λέγων· Ἐγὼ εἰμὶ ὁ ἀμαρτωλὸς καὶ ἀνάξιος δοῦλος τῆς ἁγιωσύνης σου, ὅμως δέομαι πολλὰ καὶ σὲ παρακαλῶ νὰ μὲ ἀφήσῃς εἰς αὐτὸ τὸ εὐτελὲς διακόνημα, ὅπερ μου ἔδωκε ἐξ ἀρχῆς, νὰ ποιμαίνω τοὺς τράγους, διὰ νὰ μὴ μάθη αὐτὸ ὁ βασιλεύς. Οὕτω ποιήσας, ἀπῆλθεν ὁ προεστὼς εἰς τὴν Πόλιν, καὶ πεσὼν ἐπὶ τοὺς πόδας τοῦ βασιλέως, εἶπε ταῦτα· Δέομαι καὶ παρακαλῶ τὸ κράτος τῆς ἐξουσίας σου, δέσποτα, νά μοι χαρίσῃς ἄνθρωπόν τινα διὰ ψυχικὴν αὐτοῦ σωτηρίαν, καὶ ἐὰν ἐλύησε τὴν βασιλείαν σου νὰ τὸν συγχωρήσῃς. Ὁ δὲ βασιλεὺς ἠρώτησε τοῦ ζητουμένου τὸ ὄνομα. Ὁ δὲ ἡγούμενος λέγει αὐτῷ· Ἐὰν μὴ μοῦ δώσῃς ἐγγράφως τὸ συμπαθές, δὲν σοῦ λέγω αὐτό. Τότε ὁ βασιλεὺς ἐκέλευσε νὰ ποιήσουν ἔγγραφον, καὶ ὑπέγραψεν αὐτό. Ἔπειτα ὁ ἡγούμενος διηγήθη περὶ τοῦ μοναχοῦ Κουκουζέλη ἀκριβῶς ἅπαντα. Ὁ μὲν βασιλεῦς ταῦτα ἀκούσας, ἐδάκρυσε, καὶ ἔλαβε χαρὰν καὶ λύπην εἰς τὴν καρδίαν ἀνείκαστον. Ἐχάρη μέν, ὅτι ἦτον τοσοῦτον εὐλαβής, καὶ ἐνεδύθη σχῆμα ἀγγελικόν, μισήσας πᾶσαν σαρκικὴν ἡδυπάθειαν. Ἐπικράνθη δὲ πῶς ἔδωκε τὴν χάριν ἐγγράφως, καὶ δὲν ἠδύνατο νὰ ἀρνηθῇ αὐτήν. Ὁ δὲ ἡγούμενος κατεπράϋνε διὰ λόγων παρακλητικῶν τὴν καρδίαν αὐτοῦ. Ἔπειτα, εὐχαριστήσας αὐτόν, καὶ εὐχόμενος, ἀπῆλθεν εἰς τὴν Μονὴν αὐτοῦ, καὶ διηγήθη πᾶσι τοῖς ἀδελφοῖς τὰ γενόμενα. Ὅθεν ἔμεινεν ὀ θαυμάσιος ἀνενόχλητος ἀπὸ τὸν ἐπίγειον βασιλέα, καὶ ὑπηρέτει τὸν ἐπουράνιον, ψάλλων καὶ ὑμνολογῶν αὐτὸν ἀόκνως καθ’ ἑκάστην ἡμέραν. Μετὰ ταῦτα λαβὼν ἀπὸ τὸν προεστώτα συγχώρησιν, ἔκτισε κελλίον καὶ ἐκκλησίαν τῶν Ἀρχαγγέλων ἔξωθεν τοῦ μοναστηρίου νὰ ἡσυχάζῃ κατὰ τὰς ἕξ ἡμέρας τῆς ἑβδομάδος, τὰς δὲ Κυριακὰς καὶ λοιπὰς ἑορτὰς δὲν ἔλειπεν ἀπὸ τὸν δεξιὸν χορὸν τῆς μεγάλης ἐκκλησίας, ἀλλὰ ἔψαλλε τῷ Θεῷ μετὰ πόθου καὶ κατανύξεως.

Ἐν δὲ τῷ Σαββάτῳ τῆς Ἀκαθίστου, ἀφ’ οὗ ἔψαλλεν ἐπιμελῶς τὰ ἰδιόμελα, καὶ τὸν Κανόνα τῆς Θεοτόκου κατὰ τὴν συνήθειαν, ἀπὸ τὸν κόπον ὕπνωσεν ὀλίγον εἰς τὸ στασίδιον αὐτοῦ ὄρθιος. Τότε φαίνεται αὐτῷ ἡ Κυρία Θεοτόκος, καὶ λέγει αὐτῷ· Χαίροις Ἰωάννῃ τέκνον μου, ψάλε μοι, καὶ οὐ μὴ σὲ ἐγκαταλίπω. Ταῦτα εἰποῦσα, ἔδωκεν αὐτῷ χρυσοῦν τι νόμισμα. Ὁ δὲ ἔξυπνος γενόμενος, εὗρεν εἰς τὴν αὐτοῦ δεξιὰν τὸ νόμισμα. Ὅθεν χαρᾶς ἀπείρου πλησθείς, ηὐχαρίστει τὴν Θεομήτορα. Ἐκεῖνο δὲ τὸ νόμισμα ἔβαλαν εἰς τὴν ἐκκλησίαν, ἔνθα ἐτέλεσε μεγάλα θαυμάσια. Ἔκτοτε λοιπὸν δὲν ἔλειπεν ἀπὸ τὸν δεξιὸν χορὸν πώποτε, ψάλλων προθύμως, καὶ δοξολογῶν ἀόκνως τὸν Κύριον. Ὅθεν ἀπὸ τὸν πολὺν κόπον καὶ τὴν ὀρθοστασίαν ἐσάπη ὁ ποῦς αὐτοῦ καὶ ἔτρεχεν ὕλη δυσώδης, ἀλλ’ ἡ παντοδύναμος Δέσποινα ἰάτρευσεν αὐτόν, ὡς τὸν Δαμασκηνὸν Ἰωάννην, ἐμφανισθεῖσα αὐτῷ καὶ λέγουσα· Ἔσῃ ἀπὸ τοῦ νῦν ὑγιής· καὶ εὐθὺς ἔλαβεν τὴν θεραπείαν τελείαν. Ὅθεν, εὐχαριστήσας τὴν Θεομήτορα, ἔμεινεν ἄνοσος ἕως τέλους βιώσας ἐν νηστείαις, ἀγρυπνίαις καὶ ἐξόχως εἶχε πολλὴν ταπείνωσιν. Προεῖδε δὲ καὶ τὴν τελευτὴν αὐτοῦ, καὶ πᾶσι τοῖς ἀδελφοῖς συνταξάμενος, καὶ προσευξάμενος δι’ αὐτούς, παρήγγειλε νὰ ἐνταφιάσωσιν αὐτὸν εἰς τὸν οἶκον τῶν Ἀρχαγγέλων, ὅν αὐτὸς ᾠκοδόμησε. Καὶ οὕτως ἀνεπαύσατο τὴν πρώτην τοῦ Ὀκτωβρίου ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.

Τῇ αὐτῇ ἡμέρᾳ, ἀνάμνησις ποιούμεθα τῆς θαυματουργοῦ εἰκόνος τῆς Παναγίας τῆς Φωβηνῆς, Κουκουζελίσσης καὶ Τριχερούσης.

Στίχοι:

Στέφος τηλαυγὲς χαρίτων πολυπλόκων,

Τῇ Λαύρᾳ ὤφθη Παρθένε ἡ Εἰκών Σου.

Ἡ Εἰκὼν αὕτη, ἵσταται ἐν τῷ Παρεκκλησίῳ τῷ πλησίον τῆς Πύλης τῆς Μονῆς ἀνεργεθέντι, ἐπὶ τοῦ καταπετάσματος, ἐν τῇ θέσει, καθ’ ἥν ὡς ἔθος ἡ Εἰκὼν τῆς Θεοτόκου ἵσταται, ἐνώπιον τῆς ὁποίας καίουσι τρεῖς ἀκοιμήτους κανδήλας.



Τῇ αὐτῇ ἡμέρᾳ, τὴν ἀνάμνησιν ἑορτάζομεν τῆς Ἁγίας Σκέπης τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας, ἤτοι τοῦ ἱεροῦ αὐτῆς Μαφορίου, τοῦ ἐν τῇ σορῷ τοῦ ἱεροῦ ναοῦ τῶν Βλαχερνῶν, ὄτε ὁ Ὅσιος Ἀνδρέας, ὁ διὰ Χριστὸν σαλὸς κατεῖδεν ἐφηπλωμένην αὐτὴν ἄνωθεν, καὶ πάντας τοὺς εὐσεβεῖς περισκέπουσαν.

Στίχοι:

Σκέπη σου Ἁγνή, πιστοὺς ἅπαντας σκέπεις,

Σκέπη πέλεις γάρ, καὶ κόσμου σωτηρία.



Τῇ αὐτῇ ἡμέρᾳ, ἀνάμνησις ποιούμεθα τῆς θαυματουργοῦ εἰκόνος τῆς Παναγίας τῆς Γοργοϋπηκόου, τῆς εὑρισκομένης ἐν τῇ ἱερᾷ Μονῇ Δοχειαρίου τοῦ Ἁγίου Ὄρους.

Στίχοι:

Γοργῶς τῆς φωνῆς εἰσακούειν Παρθένε,

ἡμῶν μὴ ἐλλείπῃς τῶν σοὶ ἀφορώντων.

Ἡ θαυματουργὸς αὕτη καὶ περίφημος τῆς Θεοτόκου Εἰκών, ἧς τὴν Σύναξιν ἑορτάζομεν, ἀπόκειται ἐν τῇ κατὰ τὸν Ἁγιώνυμον Ἄθω Ἱερὰ Μονὴ τοῦ Δοχειαρίου, ἔχει δὲ ἡ ὑπόθεσις ὡς ἑξῆς:

Ἐπὶ τοῦ ἀνατολικοῦ τοίχου τῆς κοινῆς τῶν Πατέρων τῆς Μονῆς τραπέζης καὶ ὡς εἰσερχόμεθα εἰς αὐτὴν δεξιά, ἢν τίς Εἰκὼν τῆς Ὑπεραγίας Θεοτόκου ἀπὸ ἀδήλων ἐτῶν ἐζωγραφισμένη. Παράδοσίς τις διήκουσα διὰ τῶν πλέον σεβαστῶν Πατέρων τῆς Μονῆς, ἀνάγει Αὐτὴν ἐπὶ τῆς ἐποχῆς τοῦ Ἁγίου Νεοφύτου τοῦ καὶ Κτίτορος τῆς Ἱερᾶς ταύτης Μονῆς χρηματίσαντος. Πάντως ἀνήκει εἰς παλαιὰν ἐποχήν, ἀλλ’ ἡ θεία πρόνοια διαφύλαξε ταύτην ἐκ τοῦ πανδαμάτορος χρόνου σώαν καὶ ἀβλαβῆ μετὰ τῶν χαρακτήρων ἀναλλοιώτων, ὥστε νὰ φανῇ εἰς τοὺς ἐσχάτους χρόνους δεδοξασμένη καὶ θαυματουργός, καὶ τῆς Ἱερᾶς ταύτης Μονῆς ἀντιλήπτωρ καὶ κυβερνήτις καὶ προστάτις ἑτοίμη, ὡς Αὕτη παραδόξῳ τρόπῳ ὑπέσχετο.

Ἔμπροσθεν λοιπὸν τῆς ἐν λόγῳ πανσέπτου Εἰκόνος ἦτο διάδρομος, δι᾿ οὗ διήρχοντο οἱ Πατέρες εἰσερχόμενοι εἰς τὴν τράπεζαν καὶ ἰδίᾳ ὁ ἑκάστοτε τραπεζοκόμος πρὸς ἐκτέλεσιν τῆς ὑπηρεσίας τοῦ· μάλιστα δὲ διερχόμενος πολλάκις ἐν καιρῷ, νυκτὸς ἐκράτει συνήθως δᾷδας ἀνημμένας πρὸς φωτισμὸν τοῦ.



Κατὰ τὸ σωτήριον ἔτος ἀπὸ Χριστοῦ 1664 ἦτο τραπεζοκόμος ἀδελφός τις Νεῖλος ὀνόματι, ὅστις διερχόμενος ἔμπροσθεν τῆς Ἁγίας Εἰκόνος μὲ τὰς συνήθεις ἀνὰ χεῖρας δᾷδας, ἤκουσε τὰ ἑξῆς· Ἄλλοτε νὰ μὴ διέλθῃς ἐντεῦθεν μὲ δᾷδας, καπνίζων τὴν ἐμὴν Εἰκόνα. Ἀλλ᾿ οὗτος μὴ ἐννοήσας ὅτι ἡ φωνὴ προέρχεται ἐκ τῆς Εἰκόνος, ὑπολαβὼν ὅτι ἀδελφὸς τίς κεκρυμμένος πλησίον που πειράζει αὐτόν, ἐξηκολούθει ὡς καὶ πρότερον τὸ ἔργον τοῦ. Παρελθουσῶν οὕτω πολλῶν ἡμερῶν, καθ᾿ ἢν ὥραν ἡ πρώτη φωνὴ ἠκούσθη, ἤκουσε καὶ αὔθις φωνῆς φθεγγομένης πρὸς αὐτὸν τοιαῦτα· Ὦ μοναχὲ ἀμόναχε, ἕως πότε ἀνευλαβῶς καὶ ἀτίμως θὰ καπνίζῃς τὴν ἐμὴν Μορφήν; Καὶ σὺν τῇ φωνῇ, ἀορασίᾳ αὐτὸν ἐπάταξεν. Ὡς δὲ κατελήφθη ὑπὸ τῆς ὀφθαλμίας, τότε ἐμνήσθη καὶ τῆς προλαβούσης φωνῆς, καὶ ἐγνώρισεν, ὅτι δικαίως πλέον ἔπαθε, καθότι παρήκουσεν ἐξ ἀπροσεξίας τῆς ἐντολῆς τῆς Κυρίας Θεοτόκου.
Πρωΐας δὲ γενομένης εὗρον αὐτὸν οἱ ἀδελφοὶ πρηνῆ καὶ τυφλὸν κείμενον ἐπὶ τοῦ ἐδάφους τοῦ διαδρόμου, ἔμπροσθεν τῆς ἁγίας Εἰκόνος, καὶ πληροφορηθέντες παρ’ αὐτοῦ τὰ καθ᾿ ἕκαστα μετὰ φόβου καὶ εὐλαβείας διήρχοντο ἔκτοτε ἐκεῖθεν, κρεμάσαντες δὲ ἐπὶ τῆς Εἰκόνος κανδήλαν ἀκοίμητον, διέταξαν τὸν νέον ἤδη τραπεζοκόμων νὰ θυμιᾷ Αὐτὴν μετὰ πάσης εὐλαβείας καθ’ ἑκάστην ἑσπέραν. Ὁ δὲ τυφλωθεὶς Νεῖλος δεν ἠθέλησε πλέον ν᾿ ἀπομακρυνθῇ ἐκεῖθεν, ἀλλ’ ἐν στασιδίῳ παρέμενεν ἔμπροσθεν τῆς ἁγίας Εἰκόνος, καὶ νύκτωρ καὶ μεθ᾿ ἡμέραν παρεκάλει μετὰ θερμῶν δακρύων τὴν Ὑπεραγίαν Θεοτόκον νὰ συγχωρήση ὡς συμπαθέστατη Μήτηρ τοῦ Θεοῦ Λόγου καὶ μεσίτρια τοῦ ἀνθρωπίνου γένους τὴν ἐξ ἀπροσεξίας ἁμαρτίαν τοῦ, καὶ ὡς σημεῖον τῆς ἀφέσεως νὰ χαρίσῃ αὐτῷ το φῶς τῶν ὀφθαλμῶν τοῦ. Ἀλλ’ ὅμως δεν ἐψεύσθη τῶν χρηστῶν ἐλπίδων διότι ἡ πηγὴ τῆς εὐσπλαγχνίας καὶ ταχίστη ἀντίληψις τῶν θλιβομένων, ἡ Κυρία Θεοτόκος, κλίνασα φιλάνθρωπον οὖς, ὑπήκουσεν εὐμενῶς τῆς συντετριμμένης αὐτοῦ καρδίας καὶ ἐν μια τῶν ἡμερῶν ἀπεκάλυψεν εἰς αὐτὸν τὰ ἑξῆς, φωνήσασα ἐκ τρίτου ἐκ τῆς Εἰκόνος οὕτως· Ὦ Μοναχέ, εἱσηκούσθη ἡ δέησίς σου πρὸς μέ, καὶ ἔσο συγχωρημένος καὶ βλέπων ὡς τὸ πρότερον ἀνάγγειλον δὲ καὶ τοῖς λοιποῖς ἐνασκουμένοις πατράσι καὶ συναδέλφοις σου, ὅτι ἐγὼ εἶμαι ἡ Μήτηρ τοῦ Θεοῦ Λόγου, καὶ μετὰ Θεὸν τῆς Ἱερᾶς ταύτης Μονῆς τῶν Ἀρχαγγέλων σκέπη καὶ βοήθεια καὶ κραταιὰ προστασία, προνοουμένη ὑπὲρ αὐτῆς ὡς ὑπέρμαχος κυβερνήτις· καὶ εἰς τὸ ἑξῆς οἱ μοναχοὶ ἂς καταφεύγωσι πρὸς ἐμὲ διὰ κάθε τῶν ἀνάγκην, καὶ γοργὼς θέλω ὑπακούω αὐτῶν, καὶ πάντων τῶν μετ᾿ εὐλαβείας καταφευγόντων εἰς ἐμὲ ὀρθοδόξων Χριστιανῶν, ὅτι Γοργοϋπήκοος καλοῦμαι .

Αὕτη ἡ ὑπερκόσμιος φωνὴ καὶ τὰ χαρμόσυνα εὐαγγέλια ἐκ τῆς Εἰκόνος τῆς Θεοτόκου· καὶ σὺν τῇ φωνῇ ἠνεῴχθησαν παραχρῆμα ὑπερφυῶς οἱ ὀφθαλμοὶ τοῦ τυφλωθέντος καὶ ἤδη ἀναβλέψαντος τραπεζοκόμου Νείλου, ὅστις ἀνήγγειλε μετὰ χαρᾶς τὰ χαρμόσυνα εἰς πάντας τοὺς ἀδελφούς. Τότε προσῆλθον ἅπαντες ὁμοθυμαδὸν ἔμπροσθεν τῆς θαυματουργοῦ Εἰκόνος τῆς Γοργοϋπηκόου, καὶ ηὐχαρίστησαν Αὐτὴν μετὰ δακρύων καὶ κηρῶν καὶ θυμιαμάτων, διὰ τὴν μητρικὴν Αὐτῆς κηδεμονίαν καὶ τὰς μεγάλας περὶ τῆς Μονῆς ἐπαγγελίας. Πάντα ταῦτα καὶ ἰδίᾳ τὸ θαῦμα τοῦ ἀναβλέψαντος τυφλοῦ ἀδελφοῦ διεφημίσθησαν εἰς ἅπαν τὸ Ἁγιώνυμον Ὄρος, καὶ πλεῖστοι ἀδελφοὶ ἐξ ὅλων τῶν Μονῶν συνήρχοντο, ἵνα προσκυνήσωσι τὴν χαριτόβρυτον Γοργοϋπήκοον, καὶ ἴδωσι τὸν ὀμματωθέντα, παρὰ τοῦ ὁποίου μετὰ θάμβους ἤκουον ὅσα τῷ συνέβησαν καὶ ὅσα ἡ Κυρία Θεοτόκος τῷ εἶπεν.

Ἔκτοτε ἐσφαλίσθη ὁ μέχρι τότε πρὸ τῆς Εἰκόνος διάδρομος, καὶ ἐπειδὴ τὸ μέρος ἦτο ἀκατάλληλον να κτισθῇ Ἐκκλησία, καθότι ὁ ἱστάμενος πρὸ τῆς ἁγίας Εἰκόνος βλέπει πρὸς δυσμάς, ἐκτίσθη αὕτη κατὰ τὸ δεξιὸν μέρος τῆς Εἰκόνος, τῆς θαυματουργοῦ Γοργοϋπηκόου. Ἀλλὰ καὶ εἰδικὸς ἀδελφὸς διωρίσθη πρὸς διακονίαν καὶ εὐτρεπισμὸν τόσον τοῦ Προσκυνηταρίου, ἐν ὢ ἡ ἁγία Εἰκών, ὅσον καὶ τοῦ Παρεκκλησίου Αὐτῆς, ὁ πλέον δόκιμος καὶ εὐλαβὴς ἐκ τῶν Ἱερομόναχων, Προσμονάριον αὐτὸν καλέσαντες, ὅστις ψάλλει τακτικώτατα ἑκάστην πρωίαν καὶ ἑσπέραν παρακλήσεις ἔμπροσθεν τῆς θαυματουργοῦ Γοργοϋπηκόου, καὶ καθ· οἱανδήποτε ἄλλην ὥραν ὁπότε παραστῇ ἀνάγκη, ἡ ἔλθῃ προσκυνητής τις. Ἐν δὲ τῇ ἑσπέρᾳ ἑκάστης Τρίτης καὶ Πέμπτης μετὰ τὴν ἀπόλυσιν τοῦ Ἑσπερινοῦ ποιεῖ ὁ ἐφημέριος εὐλογητὸν ἐν τῷ Καθολικῷ Ναῷ καὶ οὕτως ἐξερχόμενοι οἱ Πατέρες κατὰ τάξιν ἀπέρχονται ἔμπροσθεν τῆς ἁγίας καὶ θαυματουργοῦ Εἰκόνος, ἔνθα ψάλλεται κοινὴ παράκλησις παρὰ τῶν διατεταγμένων τῆς Μονῆς ψαλτῶν, ὁ δὲ ἐφημέριος μνημονεύει πάντων τῶν εὐσεβῶν καὶ Ὀρθοδόξων χριστιανῶν, προσδεόμενος καὶ ὑπὲρ εἰρήνης τοῦ σύμπαντος κόσμου. Εἰς δὲ τὸ Παρεκκλήσιον τῆς Γοργοϋπηκόου τελεῖται τακτικῶς δίς τῆς ἑβδομάδος Λειτουργία, καὶ ὅταν παραστῇ ἄλλη τίς ἀνάγκη· ἐπίσης καὶ Ἀγρυπνίαι συνήθως τελοῦνται ὑπὲρ τῶν εὐσεβῶν χριστιανῶν. Πλεῖστα ἀναθήματα καὶ ἀφιερώματα τῶν εὐσεβῶν ἐπὶ τῆς ἁγίας Εἰκόνος μαρτυροῦσι τὰ πολλὰ θαύματα Αὐτῆς, καὶ τὰς μεγάλας ἀντιλήψεις, ἂς ἐν ἑκάστῳ κρισίμῳ στιγμῇ εἰς τοὺς ἐπικαλουμένους ταύτην ἐνδείκνυται συμπαθῶς. Ἀλλὰ καὶ αἱ πολυτελεῖς καὶ ἀργυραὶ Αὐτῆς κανδῆλαι περιτράνως τοῦτο βεβαιοῦσιν, ἐξ ὧν ἕξ εἰσιν ἀκοίμητοι, ὧν τὸ ἔλαιον ἀποστέλλεται κατ’ ἔτος παρὰ ἕξ εὐλαβῶν προσκυνητών, οἵτινες πολλάκις ἐλυτρώθησαν ἀπὸ ποικίλους κινδύνους, ἐπικαλούμενοι τὴν θαυματουργὸν Γοργοϋπήκοον.

Ἀλλὰ τίς δύναται νὰ διηγηθῇ λεπτομερῶς καθ᾿ ἕν τὰ ἐξαίσια ὡς ἀληθῶς θαύματα, ἅτινα ἐνήργησε καὶ ἐνεργεῖ καθ᾿ ἑκάστην ἡ Κυρία ἡμῶν Γοργοϋπήκοος εἰς τοὺς ἐπικαλουμένους Αὐτὴν εἰς βοήθειαν; Καθότι Αὕτη ἀναδειχθεῖσα ὡς ἄλλη Κολυμβήθρα Σιλωάμ, τυφλοὺς ὠμάττωσε, χωλοὺς ἀνώρθωσε, παραλύτους συνέσφιγξε, κατ’ ἐξοχὴν τὰς στειρευούσας μητέρας ἐποίησεν, ἐκ ναυαγίου κινδύνου πολλοῖς διεφύλαξεν, αἰχμαλώτους ἠλευθέρωσε, τὰς ἀκρίδας πολλάκις ἀπεδίωξε καὶ κατηφάνισε, καὶ ἄλλας ἀπείρους θαυματουργίας ἐποίησε καὶ ποιεῖ εἰς τοὺς μετ’ εὐλαβείας καταφεύγοντας εἰς τὴν θερμοτάτην ἀντίληψιν Αὐτῆς. Ἧς ταῖς ἀκοιμήτοις πρεσβείαις καὶ μητρικαῖς ἱκεσίαις Λόγε, Θεοῦ Σοφία καὶ Δύναμις, συμπαθῶς καμπτόμενος, ἐλέησον καὶ σῶσον ἡμᾶς ὡς ἀγαθὸς καὶ φιλάνθρωπος Θεός. Ἀμήν.













Τῇ αὐτῇ ἡμέρᾳ, ἀνάμνησις ποιούμεθα τῆς θαυματουργοῦ εἰκόνος τῆς Παναγίας τῆς Ὁδηγητρίας, τῆς παραδόξως ἐκ τῆς τοῦ Βατοπεδίου Ἱερᾶς Μονῆς, πρὸς τὴν Ἱερὰν Μονὴν τοῦ Ξενοφώντος ἀφιχθείσης, τῇ βουλήσει τῆς Ἀχράντου Θεομήτορος.

Στίχοι:

Θηΐη ἱρή, ὄπα θεοκύμονος,

ἶκεν ἐκτόπως, θαρσεῦσαι ἡμέων ψυχάν.

Ἡ Θεομητορικὴ αὕτη Εἰκὼν εὑρίσκετο ἐξ ἀμνημονεύτων χρόνων, εἰς τὴν Ἱερὰν καὶ Βασιλικὴν Μονὴν τοῦ Βατοπεδίου, ἐντὸς τοῦ Καθολικοῦ, ἐπὶ τοῦ κίονος τοῦ ἀριστεροῦ χοροῦ, καὶ κατὰ τὸ 1730 ἔτος, παραδόξως ἐγένετο ἄφαντος τῶν θυρῶν κεκλεισμένων, καὶ ἐκρύβη οὐ μόνον ἐκ τῆς Ἐκκλησίας, ἀλλὰ καὶ ἐξ αὐτῆς τῆς Μονῆς. οἱ δὲ Πατέρες τῆς τοῦ Βατοπεδίου, τὴν θαυματουργίαν ταύτην τῆς Θεομήτορος, ὡς ἱεροσυλίαν τινὰ νομίσαντες, ἤρξαντο τὴν περὶ αὐτῆς ἐντὸς τῆς Μονῆς ἀναζήτησιν, ὅτε αἴφνης διεδόθη ἡ φήμη, ὅτι ἡ Ἁγία Εἰκὼν εὑρέθη ἐν τῇ Ἱερᾷ μονῇ τοῦ Ξενοφώντος, τῇ κειμένι ἐν διαστήματι τριῶν ὡρῶν ἐκ τῆς του Βατοπεδίου Μονῆς. Ὅθεν, ἄνευ βραδύτητος ἀπέστειλον ἀνθρώπους τινὰς ἵνα μετακομίσωσιν αὐτὴν ἐκεῖθεν, εἰς τὰ ἴδια, ὅπερ καὶ ἐγέντο. Οὕτως οὖν μετεκομίσθη ἡ Ἁγία Είκὼν εἰς τὴν τοῦ Βατοπεδίου, καὶ ἐτέθη ἐκ νέου εἰς τὴν ἰδίαν αὐτῆς θέσιν, καὶ ἐπομένως ἐλήφθησαν μέτρα αὐστηρότατα εἰς προφύλαξιν καὶ ἀσφάλειαν, ὁποίαι οὐδέποτε πρότερον ἐλήφθησαν. Ἀλλὰ καὶ μ’ ὅλα ταῦτα, ἡ σεβάσμιος αὕτη Εἰκών, μετὰ τῆς ἰδίας ἀσφαλείας, ἤγουν τῶν θυρῶν καὶ σφραγίδων ἀσφαλῶς ἐχόντων, καὶ μετέβη θαυμασίως πρὸς ὅν ἐξελέξατο ἱερὸν τόπον εἰς τὴν τοῦ Ξενοφώντος.

Μετ’ ὀλίγης οὖν ὥρας παρέλευσιν, ἐλθόντες οἱ ἀδελφοὶ τοῦ Βατοπεδίου ἐν τῷ Ναῷ, καὶ πάλιν τὸν τόπον ὅπου ἡ ἱερὰ ἵστατο Εἰκὼν κενὸν θεασάμενοι, ἐπιστώθησαν τὴν ἑκούσιον τῆς Θεοτόκου καὶ θαυμαστὴν ἀπ’ αὐτῶν ἀναχώρησιν, ἅμα δὲ καὶ τὴν πρὸς τὸ ἴδιον μέρος αὐτῆς μετάβασιν, πληροφορηθέντες, δὲν ἔκριναν εὔλογον τὸ νὰ ἐναντιωθῶσιν ἔτι εἰς τὴν τὰς Θεοτόκου ἀπόφασιν, ἀλλ’ ἅπαντες ὁμοθυμαδὸν συνέδραμον εἰς τὴν αὐτῆς προσκύνησιν. Καὶ εἰς ἀνάμνησιν τῆς θαυματουργίας ταύτης, ἀπεφάσισαν ἅπαντες ἵνα κομίζωσιν αὐτῇ εἰς τὴν τοῦ Ξενοφώντος κηροὺς καὶ ἔλαιον, ὅπερ καὶ ἐποίουν ἐπὶ διαστήματι πολλῶν ἐτῶν. Μετὰ δὲ ταῦτα οἱ τῆς τοῦ Ξενοφώντος ἀδελφοί, ἐμπόδισαν αὐτοὺς τοῦ νὰ ποιῶσι τοῦτο.

Ἡ Ἁγία αὕτη Εἰκών, εὐρίσκεται ἐντὸς τοῦ Καθολικοῦ, ἐπὶ τοῦ κίονος τοῦ ἀριστεροῦ χοροῦ, ὡς πρὶν καὶ ἐν τῷ τοῦ Βατοπεδίου Καθολικῷ.

Ἐν τῷ καιρῷ τῆς ἐπαναστάσεως τῶν Ἑλλήνων, εἷς Ὀθωμανὸς ἠθέλησε νὰ ἐμπαίξῃ τὴν Ἁγίαν ταύτην Εἰκόνα, ἀλλ’ ἀμέσως ἐτιμωρήθη διὰ τὴν ἰδίαν του ἀνοησίαν.













Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἀγίου Ἀποστόλου Ἀνανίου.

Στίχοι:

Λίθοις νέμειν θέλοντα μηδαμῶς σέβας,

Ἀνανίαν βάλλουσι δυσσεβεῖς λίθοις.

Εἰς τὰ μέρη τῆς Ἀνατολῆς ἦτον ἡγεμὼν ἄνθρωπος τύραννος σκληρὸς ὀνόματι Λουκιανός, ὅστις εἶχε πολλὴν ὀργὴν κατὰ τῶν χριστιανῶν, διὰ νὰ φανῇ πρὸς τὰ προστάγματα τῶν βασιλέων τὰ παράνομα καὶ ἀσεβῆ εὐσεβὴς καὶ ὑπήκοος. Ὅσοι λοιπὸν ὡμολόγουν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν Θεὸν ἀληθῆ, τοὺς ἐτιμώρει δι’ ἀσπλάγχνων ὑπηρετῶν μὲ διάφορα κολαστήρια. Οἱ ὁποῖοι ὑπηρέται ἐτιμώρουν ἄλλους μὲν εἰς τὸ πῦρ καταφλέγοντες, καὶ εἰς τοὺς ποταμοὺς καὶ θαλάσσας βυθίζοντες· ἄλλους δὲ βορὰν τῶν θηρίων προδίδοντες· καὶ ἄλλους ποικιλοτρόπως καὶ ἀπανθρώπως βασανίζοντες. Κατ’ ἐκεῖνον τὸν καιρὸν εὑρίσκετο καὶ οὗτος ὁ Ἅγιος Ἀνανίας ὁ Ἀπόστολος ἐκ πόλεως Δαμασκοῦ, καὶ εἶπε πρὸς αὐτὸν ὁ Κύριος ἐν ὁράματι· Ἀνανία. Ὁ δὲ εἶπεν· Ἰδοὺ ἐγὼ Κύριε. Ὁ δὲ Κύριος πρὸς αὐτόν· Ἀναστὰς πορεύθητι ἐπὶ τὴν ῥύμην τὴν καλουμένην Εὐθεῖαν, καὶ ζήτησον ἐν οἰκίᾳ Ἰούδα, Σαῦλον ὀνόματι Ταρσέα. Ἰδοὺ γὰρ προσεύχεται, καὶ εἶδεν ἐν ὁράματι ἄνδρα ὀνόματι Ἀνανίαν εἰσελθόντα καὶ ἐπιθέντα αὐτῷ χεῖρα, ὅπως ἀναβλέψῃ. Ἀπεκρίθη δὲ ὁ Ἀνανίας· Κύριε, ἀκήκοα ἀπὸ πολλῶν περὶ τοῦ ἀνθρώπου τούτου, ὅσα κακὰ ἐποίησε τοῖς Ἁγίοις Σου ἐν Ἱερουσαλήμ. Καὶ ᾦδε ἔχει ἐξουσίαν παρὰ τοῦ Ἀρχιερέως δῆσαι πάντας τοὺς ἐπικαλουμένους τὸ ὄνομά Σου. Εἶπε δὲ πρὸς αὐτὸν ὁ Κύριος· Πορεύου, ὅτι σκεῦος ἐκλογῆς μοί ἐστιν οὗτος, τοῦ βαστάσαι τὸ ὄνομά Μου ἐνώπιον ἐθνῶν, καὶ βασιλέων, υἱῶν τε Ἰσραήλ. Ἐγὼ γὰρ ὑποδείξω αὐτῷ ὅσα δεῖ αὐτὸν ὑπὲρ τοῦ ὀνόματός μου παθεῖν. Ταῦτα μὲν εἶπε πρὸς τὸν Ἀνανίαν ὁ Κύριος.

Ὁ δὲ Σαῦλος, ἡμέρας ὀλίγας πρότερον εἶχε μῖσος πολὺ πρὸς τοὺς Μαθητὰς τοῦ Κυρίου, προσελθὼν δὲ τῷ Ἀρχιερεῖ, ᾐττήσατο παρ’ αὐτοῦ ἐπιστολὰς εἰς Δαμασκὸν πρὸς τὰς συναγωγάς, ὅπως, ἐὰν τινὰς εὕρῃ καθ’ ὁδὸν ἄνδρας τε καὶ γυναῖκας, δεδεμένους ἀγάγῃ εἰς Ἱερουσαλήμ. Ἐν ῷ δὲ ἐπορεύετο, καὶ προσήγγιζε τῇ Δαμασκῷ, ἐξαίφνης περιήστραψεν αὐτὸν φῶς ἀπὸ τοῦ οὐρανοῦ, καὶ πεσὼν ἐπὶ τὴν γῆν, ἤκουσε φωνὴν λέγουσαν αὐτῷ· Σαούλ, Σαούλ, τί με διώκεις; Εἶπε δέ· Τίς εἶ, Κύριε; Ὁ δὲ Κύριος εἶπε· Ἐγὼ εἰμὶ Ἰησοῦς, ὅν σὺ διώκεις, σκληρόν σοι πρὸς κέντρα λακτίζειν. Τρέμων τε καὶ θαμβῶν εἶπε· Κύριε, τί με θέλεις ποιῆσαι; Καὶ ὁ Κύριος εἶπε πρὸς αὐτόν· Ἀνάστηθι, καὶ εἴσελθε εἰς τὴν πόλιν, καὶ λαληθήσεταί σοι, τί σε δεῖ ποιεῖν. Οἱ δὲ ἄνδρες, οἱ συνοδεύοντες αὐτῶ, ἵσταντο ἔκθαμβοι, ἀκούοντες μὲν τῆς φωνῆς, μηδένα δὲ θεωροῦντες. Ἠγέρθη δὲ ὁ Σαῦλος ἀπὸ τῆς γῆς, ἀνεῳγμένων δὲ τῶν ὀφθαλμῶν αὐτοῦ, οὐδένα ἔβλεπε. Χειραγωγοῦντες δὲ αὐτόν, εἰσήγαγον εἰς Δαμασκόν. Καὶ ἧν ἡμέρας τρεῖς μὴ βλέπων, καὶ οὐκ ἔφαγεν, οὐδὲ ἔπιεν.

Τότε, ἔφθασεν ὁ Ἀνανίας, καὶ ἔβαλεν ἐπ’ αὐτὸν τὰς χεῖράς του λέγων· Σαούλ, ἀδελφέ, ὁ Κύριος ἀπέσταλκέ με, ὅπως ἀναβλέψῃς καὶ πλησθῇς Πνεύματος Ἁγίου. Καὶ εὐθέως ἀπέπεσον ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ ὡσεὶ λεπίδες, ἀνέβλεψε τε παραχρήμα, καὶ ἀναστὰς ἐβαπτίσθη, καὶ λαβὼν τροφὴν ἐνδυναμώθη.



Οὕτω μὲν οὖν χειραγωγήσας ὁ Ἀνανίας τὸν Μέγαν Παῦλον ἐν ἔτει 36 πρὸς τὴν ἀλήθειαν, καὶ φωτίσας τὰ τῆς ψυχῆς αὐτοῦ καὶ τοῦ σώματος ὄμματα, καὶ βαπτίσας αὐτὸν τῷ γ΄ ἔτει μετὰ τὴν Ἀνάληψιν τοῦ Κυρίου, κατὰ τοὺς ἀκριβεστέρους χρονολόγους, ἀπῆλθεν ἔπειτα εἰς τὴν Βηθαγαυρῆν τῆς Ἐλευθερουπόλεως, κηρύττων τὸ Ἅγιον Εὐαγγέλιον, καὶ ὡς ἔμπειρον ἀλιεὺς ἔσυρε διὰ τῶν δικτύων τῆς διδασκαλίας του πολλοὺς πρὸς τὴν εὐσέβειαν. Τοῦτο μαθόντες οἱ υἱοὶ τοῦ σκότους, ἔδεσαν καὶ ἀπήγαγον αὐτὸν εἰς Λουκιανὸν τὸν ἡγεμόνα τῆς πόλεως, ὁ ὁποῖος βλέπων αὐτὸν εἰς τὴν ὄψιν ὡραῖον, εἰς τὴν γλῶσσαν σοφὸν καὶ ῥήτορα, καὶ εἰς τὰ ἤθη συνετόν, γνωστικὸν καὶ πεπαιδευμένον, ἐθαύμασε, καὶ κρύπτων τὴν φυσικὴν ἀγριότητα, ὑποκείνεται χρηστότητα, λέγων αὐτῶ μετὰ πολλῆς ἱλαρότητος· Ποίησον Ἀνανία τὸ πρόσταγμά μου, διότι πρὸς τὸ συμφέρον σου σὲ συμβουλεύω, καὶ ἀρνήσου τὸν Ἐσταυρωμένον, προσκύνησον τοὺς ἡμετέρους θεούς, καὶ μὴ θελήσῃς νὰ γένῃ ἡ ἀξιοθέατός σου ὡραιότης πυρὸς παρανάλωμα. Ὁ δὲ ἀπεκρίνατο· Ἐγὼ προσκυνῶ τὸν ἀληθινὸν Θεόν, τοῦ ὁποίου ὑπηρέτης καὶ διάκονος ἐγενόμην, χειραγωγήσας τὸν Μέγαν Παῦλον πρὸς τὴν εὐσέβειαν, ὅστις καὶ Σαῦλος ὠνομάζετο πρότερον, περιπατῶν εἰς τὸν σάλον τῆς ἀγνωσίας καὶ κλύδωνα. Ἀλλὰ τώρα ἦλθεν εἰς τὸν λιμένα τῆς τοῦ Χριστοῦ πίστεως, γινώσκων ὡς πάνσοφος τὴν ἀλήθειαν. Ὁ δὲ ἡγεμὼν λέγει αὐτῷ· Θαῤῥῶ, ὅτι ἐλπίζω εἰς τὴν δύναμίν σου καὶ μεγαλειότητα, νομίζεις ὅτι δὲν θὰ φοβηθῇς τὸ δριμὺ τῶν κολάσεων, διὰ τοῦτο ἐτράπη εἰς ἀγνωσίαν ἡ γνῶσίς σου, καὶ ἡ φρόνησίς σου εἰς κουφότητα. Ταῦτα ἀκοὺσας ὁ τῆς ἀληθείας διδάσκαλος, ὕψωσε πρὸς οὐρανὸν τὰς χεῖρας καὶ ὄμματα, λέγων · Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς τῶν δυνάμεων, μὴ ἀφήσῃς νὰ μὲ βάλῃ ὁ ἐχθρὸς εἰς τὰ δίκτυά του, ἀλλ’ ἀξίωσόν με νὰ πάθω διὰ τὸ ὄν0ομά σου, νὰ γίνω κοινωνὸς τοῦ Παύλους εἰς τὴν Οὐράνιον Βασιλείαν Σου, νὰ λάβω καὶ ἐγὼ μὲ τους λοιποὺς μαθητάς σου τὸν στέφανον τῆς ἀθλήσεως. Ταῦτα εὐξάμενος ἐγύμνωσαν, καὶ ἔδερον αὐτὸν ἀνηλεῶς λέγοντες· Ὑπάκουσον εἰς τὰ βασιλικὰ προστάγματα, θυσίασον τοῖς θεοῖς, νὰ λυτρωθῇς τῶν κολάσεων. Ὁ δὲ Ἅγιος προσηύχετο νοερῶς, ὑπομένων ἀνδρείως τὰ λυπηρὰ σιωπηλὸς καὶ ἀτάραχος. Καὶ ὅταν ἀπέκαμον οἱ ὑπηρέται ῥαβδίζοντες, τότε κατέβασαν αὐτόν, καὶ ἄρχεται πάλιν νὰ κολακεύῃ αὐτὸν ὁ ἡγεμὼν λέγων· Λυπήθητι τὴν ζωήν σου, καὶ μὴ θελήσῃς νὰ ἀπολεσθῇ ἡ ὡραιότης σου, διότι, μὰ τοὺς θεοὺς αὐτούς, πικροτέρας κολάσεις θέλω δώσει, καὶ χαλεπώτερα παιδευτήρια. Ὁ δὲ Ἅγιος ἔχων εἰς τὴν καρδίαν του ἔνθεον ἔρωτα, ἀπεκρίθη γενναίως, καὶ λέγει αὐτῷ· Δὲν ἐντρέπεσαι ἄθλιε, ποτὲ μὲν νὰ μὲ μαστίζῃς, ποτὲ δὲ νὰ μὲ κολακεύῃς, ὥσπερ νὰ ἦμουν βρέφος μωρὸν καὶ ἄγνωστον; Ἤξευρε βέβαια, ὅτι οὐ μόνον ἐγὼ δὲν θὰ θυσιάζω ποτὲ εἰς τοὺς δαίμονας, καὶ ἄν μοῦ δώσῃς ὅλα τοῦ κόσμου τὰ παιδευτήρια, ἀπαίδευτε, ἀλλὰ καὶ ὅσους δυνηθῶ ἀπὸ ὑμᾶς θέλω ποιήσει νὰ ἐπιστρέψουν πρὸς τὴν εὐσέβειαν. Ταῦτα ἀκούσας ὁ ἄδικος δικαστὴς ἐθυμώθη, καὶ προστάσσει νὰ γυμνώσουν αὐτόν, καὶ νὰ τὸν ἐκσχίζουν ὅλον τὸ σῶμα αὐτοῦ μὲ σιδηρὰ ὀνύχια, καὶ μὲ λαμπάδας πυρὸς νὰ τὸν κατακαίουν, διὰ νὰ ἀναλυθῶσιν ὀλίγον κατ’ ὀλίγον αἱ σάρκες αὐτοῦ, νὰ αἰσθανθῇ ἔως τῆς καρδίας τὸν πόνον καὶ βάσανον. Ἀλλ’ ὁ Ἅγιος, τοὺς μὲν ἐκσχισμοὺς τῶν σιδήτωρ εἰς οὐδὲν ἐλογίζετο ἀλλ’ ὡσὰν νὰ ἔπασχεν ἄλλος οὕτως ἐφαίνετο. Τὸ δὲ πῦρ αὐτὸν μὲν ἐδρόσιζε, τοῦ δὲ τυράννου τὴν καρδίαν μᾶλλον ἐφλόγιζε, καὶ ὠργίζετο ὁ ἀσύνετος λέγων· Ἕως πότε δὲν ὑποτάσσεσαι εἰς τὸ βασιλικὸν πρόσταγμα, νὰ τιμήσῃς καὶ σὺ τοὺς θεοὺς τοὺς ὁποίους σέβομαι; Ὁ δὲ Ἅγιος λέγει εἰς αυτόν· Τί περιστρέφεις τὰ ἴδια λόγια, καὶ περιτριγυρίζεις, ὡς τὰ παιδία παίζουν εἰς τὸ χωράφιον; Γίνωσκε βέβαια καὶ ἀλάθητα, ὅτι οὔτε διὰ δωρεῶν, οὔτε δι’ ἀπειλῶν, οὔτε δὲ ἄλλον τινὰς τρόπον, θέλεις δυνηθῆ νὰ μὲ νικήσῃς τελείως. Μάλιστα, λυποῦμαι καὶ κλαίω πικρῶς καὶ διὰ τὴν ἀπώλειάν σου, καθόσον δέν σε φθάνει νὰ εὑρίσκεσαι εἰς τὴν πλάνην μόνος ἐσύ, ἀλλὰ καὶ τοὺς ἄλλους βιάζεις νὰ βυθίσῃς εἰς τὴν ἀσέβειαν. Δὲν ἠξεύρεις ὅτι τὰ εἴδωλα ἅτινα σέβεσθε εἶναι ξύλα, λίθοι, καὶ μέταλλα, ἀπὸ ἀνθρώπους γενόμενα; Πόση ἀτοπία εἶναι λοιπὸν καὶ ἀσέβεια νὰ προσκυνῆτε ἀντὶ τοῦ Δημιουργοῦ τὸ κτίσμα καὶ δημιούργημα; Καὶ τίς ἔχων γνώσιν θέλει προσκυνήσει τὰ ἔργα τῶν χειρῶν αὐτοῦ πώποτε; Ἐθυμώθη εἰς ταῦτα ὁ τῆς ἀπωλείας ὑπόδουλος, καὶ ἐπειδὴ δὲν εἶχε πλέον ἐλπίδα τινα εἰς ἑαυτόν, προσέταξε νὰ ἐκβάλωσιν αὐτὸν ὁ τῶν λίθων ἀναισθητότερος. Ὁ δὲ Ἅγιος ἀπερχόμενος νὰ λάβῃ ἐν τῷ διατεταγμένῳ τόπῳ τὸν θάνατον, ἔλεγε ταῦτα εἰς ἔλεγχον τῶν παρανόμων ἐννόμως εὐχόμενος· Ἄς ἀπολεσθοῦν οἱ θεοί, οἵτινες δὲν ἔκαμαν τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν. Καθ’ ὅν χρόνον ἐλίθαζον αὐτὸν διὰ πλήθους λίθων, εἶχε τὰς χεῖρας ὑψωμένας πρὸς τὸν οὐρανὸν καὶ τὰ ὄμματα, λέγων· Δέξαι Κύριε μου, ὁ Βασιλεὺς τῶν βασιλευόντων ὡς εὐπρόσδεκτον θυσίαν μου τὴν διὰ τῶν λίθων τελείωσιν, καὶ συναρίθμησόν με μετὰ τῶν δούλων σου. Ταῦτα εἰπῶν, ἔλαβε τὸν μακάριον στέφανον παρὰ Χριστοῦ τοῦ οὐρανίου Βασιλέως, νὰ βασιλεύσῃ μετ’ αὐτοῦ αἰωνίως. Τὸ δὲ τίμιον αὐτοῦ καὶ μακάριον λείψανον ἐπῆραν τινὲς φιλομάρτυρες, καὶ ἐνεταφίασαν αὐτὸ ἐν τῇ Δαμασκῷ, εἰς τὸν πατρικὸν αὐτοῦ κλῆρον λαμπρότατα εἰς δόξαν Πατρός, Υἱοῦ καὶ Ἁγίου Πνεύματος, τῆς μιᾶς ἐν Τριάδι Θεότητος.



Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμῃ τῶν Ἁγίων Μαρτύρων Μιχαὴλ ἐκ τῆς Μονῆς Ζώβης, καὶ τῶν σῦν αὐτῷ λς´ Ἁγίων Μοναχῶν τῶν μαρτυρησάντων ἐν τῇ ἐνορίᾳ Σεβαστουπόλεως.

Στίχοι

Τμηθεὶς Μιχαὴλ σὺν μαθηταῖς τρισδέκα,

Χορῷ συνήφθη τῶν Μοναστομαρτύρων.

Ἓξ συμμονασταὶ τοὺς ἑαυτῶν μανδύας,

Ἄθλοις ἐρυθραίνουσι τοῖς διὰ ξίφους.

Οὗτοι ἦσαν ἐν ἔτει ψπ΄ (780), κατοικοῦντες εἰς μοναστήριον ὀνομαζόμενον Ζώβη, παρὰ τὴν Σεβαστούπολιν. Ἐπειδὴ δὲ τότε ὁ Ἀμηρᾶς τῶν Ἀγαρηνῶν, Ἀλείμ, ἐπολέμει τὴν χώραν ἐκείνην, συνέλαβε καὶ τούτους τοὺς Ἁγίους Πατέρας, καὶ παρεκίνει αὐτοὺς νὰ ἀρνηθῶσι τὴν πίστιν τοῦ Χριστοῦ. Ὁ δὲ ὁσιώτατος ἡγούμενος Μιχαήλ, τὸν μὲν ἀσεβῆ ἐκεῖνον γενναίως ἤλεγξε καὶ κατῄσχυνε, τοὺς δὲ ὑποτασσομένους εἰς τὸν ἑαυτόν του μοναχοὺς παρεκίνησε καὶ ἐθάῤῥυνε, διὰ νὰ ὑπομείνωσι ἀνδρείως τὸν ὑπὲρ Χριστοῦ θάνατον. Ὅθεν τοσαύτην γενναιότητα ἔδειξαν οἱ ἀοίδιμοι, ὥστε αὐτοὶ πρῶτοι ἔκλιναν τὰς κεφαλάς των ὑποκάτω τοῦ ξίφους καὶ ἀπεκεφαλίσθησαν. Ἔπειτα ὁ πανόσιος αὐτῶν ἡγούμενος Μιχαήλ, ξίφει καὶ αὐτὸς ἀπετμήθη τὴν κεφαλήν. Καὶ οὕτω πρὸς ὅν ἐπόθουν Χριστὸν οἱ μακάριοι ἐξεδήμησαν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Δομνίνου.

Στίχοι

Δεινὴν Δομνῖνος συντριβὴν σκελῶν φέρων,

Ὑποσκελισμοὺς τοῦ Σατᾶν καταισχύνει.

Οὗτος ἦτον ἐκ τῆς μεγαλοπόλεως Θεσσαλονίκης ἐν ἔτει σπ΄ (280). Ὅτε δὲ ὁ Μαξιμιανὸς ἔκτιζε βασιλικὰ παλάτια εἰς τὴν πόλιν αὐτήν, τότε ἐπιάσθη καὶ ὁ Ἅγιος οὗτος ὡς χριστιανὸς καὶ κήρυξ τῆς εὐσεβείας, καὶ παρεστάθη εἰς τὸ νῆμα τὸ βασιλικόν. Παρασταθέντος δὲ αὐτοῦ, λέγει πρὸς αὐτὸν ὁ Μαξιμιανός· Διατὶ σὺ τολμᾷς νὰ ὁμολογῇς ἄλλον Θεόν, ἐνῷ ὁ βασιλεὺς τιμᾷ καὶ ὁμολογεῖ τοὺς παλαιοὺς θεοὺς τῶν πατέρων αὐτοῦ; Ἀνίσως λοιπὸν θέλῃς νὰ ζήσῃς, θυσίασον εἰς τοὺς θεούς. Ἐπειδὴ δὲ ὁ Ἅγιος δὲν ἐπείθετο, προσέταξεν ὁ τύραννος νὰ καταξεσχίσωσι τὸ σῶμα τοῦ Μάρτυρος· ὁ δὲ Μάρτυς καὶ τὴν βάσανον ταύτην πάσχων, περιεγέλα τὸν τύραννον. Τούτου χάριν ἐπρόσταξεν ὁ δυσσεβὴς νὰ ἐκβάλωσι τὸν Ἅγιον ἔξω τῆς πόλεως, καὶ ἐκεῖ νὰ θλάσωσι τὰ σκέλη αὐτοῦ. Ἀφ’ οὗ λοιπὸν ἔκοψαν τοὺς πόδας αὐτοῦ, ἔμεινεν ἀκόμη ζωντανὸς ἑπτὰ ὁλοκλήρους ἡμέρας χωρὶς νὰ φάγῃ τελείως. Καὶ οὕτως εὐχαριστῶν τῷ Κυρίῳ, παρέδωκεν αὐτῷ τὴν ψυχὴν ὁ μακάριος.



Τη αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Γρηγόριος ὁ Δομέστικος, ὁ ἐν τῇ αὐτῇ μεγίστῃ Λαύρᾳ τοῦ Ἄθω ἀσκήσας, καὶ ἕν χρυσοῦν νόμισμα παρὰ τῆς Θεοτόκου λαβών, ἐν εἰρήνῃ τελειοῦται.

Στίχοι:

Οὐ λαμβάνει νόμισμα νῦν ἐν τοῖς ἄνω,

ὦ Γρηγόριε· ἀλλὰ δόξαν Κυρίου.

Οὗτος ὁ Ὅσιος Γρηγόριος ἦτο καὶ αὐτὸς τῆς Λαύρας περίφημος ψάλτης, ὁ ὁποῖος ἡγουμενεύοντος τοῦ κυρίου Ἰακώβου τοῦ Πρικανᾶ, εἰς τὴν αὐτὴν μεγίστην Λαύραν τοῦ Ἁγίου Ὄρους, ἔψαλλεν ἐν τῇ παραμονῇ τῶν Φώτων, οὐχὶ τὸ · Ἄξιόν ἐστι, ἀλλὰ τὸ Ἐπὶ σοὶ χαίρει, εἰς τὴν Λειτουργίαν. Ἐν τῷ τέλει δὲ τῆς ἀγρυπνίας ὕπνωσειν ὀλίγον, καὶ ἰδοὺ βλέπει τὴν Δέσποινα ἡμῶν Θεοτόκον ἱσταμένην ἐπάνωθεν αὐτοῦ, καὶ λέγουσαν· Δέξαι σου τὸ ψαλτικόν, ὦ Δομέστικε, καὶ εὐχαριστῶ σοι πολλά. Καὶ τοῦτο εἰποῦσα, ἔδωκεν αὐτῷ ἰδιοχείρως ἕν φλωρίον, τὸ ὁποῖον ἦτον κρεμασμένος εἰς τὴν Ἁγίαν Εἰκόνα τῆς Θεοτόκου, ἐν τῇ Μεγίστῇ Λαύρᾳ. Καὶ οὕτως ἐτελειώθη ἐν εἰρήνῃ.



Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Σάββα τοῦ ἐν Βησερίᾳ θαυματουργοῦ Ῥώσσου.

Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.














ᾨδὴ ζ΄. Σὲ νοητήν.

Ὀμβροβλυτεῖς, Ῥωμανὲ τοῖς πέρασιν, ἀπὸ χειλέων εὐαγῶν, ὕδωρ τὸ ἁλλόμενον ἀεί, καὶ τὸν τῆς χρηστότητος, γλυκασμὸν ἐξαίροντα, τῆς ἀγνωσίας τὸν καύσωνα, τὸν αἰνετὸν μεγαλύνων, Θεὸν καὶ ὑπερένδοξον.

Ὑπεριδών, κοσμικὴν τερπνότητα, ἀγγελικὴν διαγωγήν, σώματι ἐζήλωσας θνητῷ, ὅθεν πρὸς ἀθάνατον λῆξιν μεταβέβηκας, σὺν Ἀσωμάτοις τερπόμενος, καὶ μεγαλύνων ἀπαύστως, Θεὸν τὸν ὑπερένδοξον.

Στόμα Θεοῦ, γεγονὼς ἐτράνωσας, τὴν θείαν δόξαν ἐπὶ γῆς, καὶ ἐκ τῶν ῥεόντων καὶ φθαρτῶν, πρὸς τρυφὴν τὴν ἄῤῥευστον, καὶ ζωὴν τὴν ἄληκτον, τοὺς ἐκβοῶντας ἐπτέρωσας ὁ αἰνετὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Ἄρτος ψυχῶν, καὶ μάννα οὐράνιον, καὶ πῦρ σοφὲ φωτιστικόν, πέλουσιν οἱ λόγοι σου σαφῶς, ἡμᾶς ἐκκαθαίροντες, καὶ τρέφοντες ἄγουσι, πρὸς φωτισμὸν τὸν σωτήριον, ὅθεν πιστῶς ἐκτελοῦμεν, τὴν ἱεράν σου πανήγυριν.

Θεοτοκίον.


Νόμῳ φθορᾶς, δουλωθεὶς Πανάμωμε, ἀπεμακρύνθην τοῦ Θεοῦ, σὺ οὖν ἡ τεκοῦσα ἐν σαρκί, τὸν τοῦ νόμου πάροχον, νόμους ἐγκαινίζοντα, καινοπρεποῦς πολιτεύματος, πρὸς μεταγνώσεως φέγγος, ὁδήγησόν με καὶ σῶσόν με.



ᾨδὴ η΄. Ἐν καμίνῳ Παῖδες.

Γράμμασι χαράξας ἱεροῖς, ᾀσμάτων οὐρανίων τὴν μέθοδον καὶ τὸν τύπον, δι᾿ αὐτῶν τοὺς εὐσεβεῖς, βοᾶν ἐξεπαίδευσας εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Ἔπηξας ὡς κλίμακα ζωῆς, τῶν λόγων σου τὰς ὑψώσεις, προθέμενος ὡς βαθμίδας τῶν πανσόφων σοῦ στροφῶν, τὴν συνθήκην τοῖς κράζουσιν εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Ῥήσεσι Χριστοῦ ἀκολουθῶν, ἐσκόρπισας τοῖς αἰτοῦσι χαρίτων τῶν ἀθανάτων, θησαυρὸν τὸν ἀληθῆ, κραυγάζων θεσπέσιε εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.


Ἀνωτέρα πάσης ὁρατῆς, καὶ ἀοράτου Κόρη, κτίσεως ἀνεδείχθης, σωματώσασα Χριστόν, τὸν πάντα ποιήσαντα· ὅθεν ἀνωτέραν δεῖξον τὴν ψυχήν μου, τῆς τῶν γηίνων δόξης, ἕνα σὲ δοξάζω, μόνη δεδοξασμένη.









ᾨδὴ θ΄. Τόπον τῆς ἁγνῆς,

Στήλην γεγραμμένην Πνεύματι, τῶν ἱερῶν σοῦ ὕμνων τὴν καλλιέπειαν, τῇ τοῦ Χριστοῦ, Ἐκκλησία κατέλιπες, καὶ ὡς νύμφην αὐτὴν κατεκόσμησας, ὡς λίθοις πολυτίμοις, τοῖς μελιχροῖς σου μελῳδήμασιν.

Ἴδες τὴν πηγὴν τῆς χάριτος, τὴν Θεοτόκον Κόρην μυσταγωγοῦσάν σε, καὶ ποταμόν, νοητὸν σὲ δεικνύουσαν, ὡς ἐν ὕδασι θείοις μεθύσκοντα, ᾀσμάτων μελῳδίαις, τῆς οἰκουμένης τὰ πληρώματα.

Μίαν ἀληθῶς Θεότητα, ἐν χαρακτῆρσι πάτερ τρισὶν ἀνύμνησας, τὴν πανσθενῶς, συγκρατούσαν τὰ σύμπαντα, Τρισυπόστατον φύσιν καὶ ἄκτιστον, ᾗ νῦν μετ᾿ εὐφροσύνης, καὶ θυμηδίας προσεχώρησας.

Ὅλος φωταυγὴς γενόμενος, τῇ ἀπροσίτῳ δόξῃ τοῦ Παντοκράτορος, καὶ νοερῶς, ᾄδων πάτερ τῷ Κτίσαντι, σὺν Ἀγγέλοις ἀσίγητον αἴνεσιν, τὸν ὕμνον μου προσδέχου, ὥσπερ θυμίαμα εὐπρόσδεκτον.

Θεοτοκίον.


Ὕψος τοῦ ἀχράντου τόκου σου, τίς ἐπαξίως ὑμνήσει θεομακάριστε; σὺ γὰρ Θεόν, ὑπὲρ νοῦν σωματώσασα, ἐκ φθορᾶς τοὺς ἀνθρώπους ἀνυψώσας· διὸ κἀμὲ ἐκ λάκκου, τῆς ἀπωλείας Κόρη ὕψωσον.



Ἐξαποστειλάριον. Ὁ οὐρανὸν τοῖς ἄστροις.

Ῥωμανὸς ὁ θεῖος, καὶ μελῳδὸς ὁ θαυμαστός, ὑμνολογείσθω ἀξίως, οἷα θεράπων τοῦ Θεοῦ· ὅτι ἡμᾶς ἐκδιδάσκει, ὑμνεῖν Τριάδα ἁγίαν.



ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ. Ἦχος πλ. δ´. Ὢ τοῦ παραδόξου θαύματος!

Ὢ, τοῦ παραδόξου θαύματος! ἡ Θεοτόκος Ἁγνή, ἐπιστᾶσα κατ᾿ ὄναρ σοι, τῇ τοῦ τόμου Ἅγιε, ἐπιδόσει σε δείκνυσιν, ὄργανον θεῖον καὶ θεοκίνητον, καὶ ὑμνηπόλον πάτερ θεόληπτον, ὅθεν ἐξήγγειλας, ᾄσματα οὐράνια, γλώσσῃ λαμπρῷ, Ῥωμανὲ μακάριε, Χριστοῦ εἰς αἴνεσιν.



Πάτερ, Ῥωμανὲ θεόπνευστε, τῇ καθαρᾷ σου ζωή, καθαρθεὶς τὴν διάνοιαν, ὑλικῶν ἐμφάσεων, θείας χάριτος ἔτυχες, καὶ τῷ Σωτῆρι ὁσίως ἔθυσας, θυσίαν θείας ὄντως αἰνέσεως, ὅθεν συμμέτοχος, τῶν Ἀγγέλων γέγονας, μεθ᾿ ὧν ἀεί, ὕμνον τὸν τρισάγιον ᾄδεις τῷ Κτίσαντι.



Πάτερ, Ῥωμανὲ μακάριε, τῇ Ἐκκλησίᾳ Χριστοῦ, ὥσπερ κλῆρον οὐράνιον, καὶ πλοῦτον πολύτιμον, καταλέλοιπας Ὅσιε, τῶν ἡδυφθόγγων ὕμνων καὶ λόγων σου, τὰς θεογράφους συνθήκας ἔνδοξε· οἷς πλουτιζόμενοι, τῷ νοῒ καρπούμεθα, τὴν ἐξ αὐτῶν, γνῶσιν θεοδίδακτον, Χριστὸν δοξάζοντες.



Πάτερ, Ῥωμανὲ θεόσοφε, δι᾿ ἐγκρατείας πολλῆς, καὶ συντόνου δεήσεως, καὶ ἀγρύπνων στάσεων, τῷ Θεῷ εὐηρέστησας· ὅθεν ἐπλήσθης θείων ἐλλάμψεων, καὶ μετετέθης πρὸς φῶς τὸ ἄδυτον, θέσει θεουμένος, καὶ ἀΰλῳ στόματι ὑμνολογῶν, σὺν Ἀγγέλων τάξεσι, τὸν πάντων Κύριον.

Δόξα. Ἦχος πλ. δ´.


Τῇ θεοφθόγγῳ γλώσσῃ σου, τὴν Ἐκκλησίαν παιδεύεις, θύειν θυσίαν κατὰ Δαβίδ, θείας αἰνέσεως, τῷ Θεῷ ὅσιε· φωτισθεὶς γὰρ τῷ Πνεύματι, ἃ ἐδέξω ἄνωθεν, πᾶσι παρέθου σαφῶς πρὸς μετοχὴν ζωῆς τῆς κρείττονος. Καὶ νῦν τὸ γέρας κληρωσάμενος, τῶν ἀοιδίμων πόνων, Ῥωμανὲ πατὴρ ἡμῶν, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.


Καὶ νῦν. Θεοτοκίον.


Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σοῦ καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Δοξολογία μεγάλη καὶ ἀπόλυσις.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου